Kitap 18
52.4
ὁ δʼ Ἀρριδαῖος διακούσας τῶν πρέσβεων καὶ τὸ τῶν λόγων ὑπερήφανον καταμεμψάμενος οὐκ ἔφη παραχωρήσειν τῆς σατραπείας, τὰς δὲ πόλεις φρουραῖς διαλαμβάνων πειράσεσθαι τοῖς ὅπλοις διαγωνίζεσθαι πρὸς αὐτόν. ἀκολούθως δὲ ταῖς ἀποκρίσεσι τὰς πόλεις ἀσφαλισάμενος μέρος τῆς δυνάμεως ἐξέπεμψε καὶ στρατηγὸν ἐπʼ αὐτῆς. τούτῳ δὲ προσέταξε συνάπτειν τοῖς περὶ τὸν Εὐμενῆ καὶ λύειν τὴν πολιορκίαν τοῦ φρουρίου καὶ τὸν Εὐμενῆ τῶν κινδύνων ἀπαλλάξαντα ποιήσασθαι σύμμαχον.
52.5
Ἀντίγονος δὲ σπεύδων ἀμύνασθαι τὸν Ἀρριδαῖον ἐξέπεμψεν ἐπʼ αὐτὸν δύναμιν τὴν διαπολεμήσουσαν, αὐτὸς δὲ τὴν ἱκανὴν στρατιὰν ἀναλαβὼν προῆγεν ἐπὶ Λυδίας, βουλόμενος ἐκβαλεῖν τὸν ἐν αὐτῇ σατράπην Κλεῖτον.
52.6
ὁ δὲ προϊδόμενος τὴν ἔφοδον αὐτοῦ τὰς μὲν ἀξιολογωτάτας πόλεις φρουραῖς ἠσφαλίσατο, αὐτὸς δὲ εἰς Μακεδονίαν ἐξέπλευσε, δηλώσων τοῖς τε βασιλεῦσι καὶ Πολυπέρχοντι τὴν Ἀντιγόνου τόλμαν καὶ ἀπόστασιν καὶ ἀξιώσων ἑαυτῷ βοηθεῖν.
52.7
ὁ δʼ Ἀντίγονος τὴν μὲν Ἔφεσον ἐξ ἐφόδου παρέλαβε συνεργησάντων αὐτῷ τινων ἐκ τῆς πόλεως· μετὰ δὲ ταῦτα καταπλεύσαντος εἰς Ἔφεσον Αἰσχύλου τοῦ Ῥοδίου καὶ κομίζοντος ἐκ Κιλικίας ἐν τέσσαρσι ναυσὶν ἀργυρίου τάλαντα ἑξακόσια ἀπεσταλμένα εἰς Μακεδονίαν πρὸς τοὺς βασιλεῖς παρείλετο, φάσκων ἑαυτῷ χρείαν ἔχειν πρὸς τὰς τῶν ξένων μισθοφορίας.
52.8
τοῦτο δὲ πράξας φανερὸς ἐγένετο πρὸς ἰδιοπραγίαν ὡρμημένος καὶ τοῖς βασιλεῦσιν ἐναντιούμενος. μετὰ δὲ ταῦτα συμπολιορκήσας ἐπῄει τὰς ἑξῆς πόλεις, ἃς μὲν βίᾳ χειρούμενος, ἃς δὲ πειθοῖ προσαγόμενος.
53.1
ἡμεῖς δὲ διεληλυθότες τὰ περὶ Ἀντίγονον μεταβιβάσομεν τὴν ἀναγραφὴν ἐπὶ τὰ συμβάντα περὶ Εὐμενῆ. οὗτος γὰρ μεγάλαις καὶ παραδόξοις μεταβολαῖς χρώμενος διετέλεσεν ἀεὶ παρʼ ἐλπίδας ἀγαθῶν τε καὶ κακῶν μεταλαμβάνων.
53.2
πρὸ μὲν γὰρ τούτων τῶν καιρῶν συναγωνιζόμενος Περδίκκᾳ τε καὶ τοῖς βασιλεῦσιν ἔλαβε σατραπείαν Καππαδοκίαν καὶ τοὺς συνορίζοντας ταύτῃ τόπους, ἐν οἷς μεγάλων δυνάμεων καὶ πολλῶν χρημάτων κυριεύσας περιβόητον ἔσχε τὴν εὐτυχίαν.