Kitap 18
53.3
κρατερὸν μὲν γὰρ καὶ Νεοπτόλεμον, διωνομασμένους ἡγεμόνας καὶ τὰς ἀνικήτους τῶν Μακεδόνων ἔχοντας δυνάμεις, ἐνίκησε παρατάξει καὶ αὐτοὺς κατὰ τὴν μάχην ἀνεῖλεν.
53.4
δόξας δὲ ἀνυπόστατος εἶναι τηλικαύτης ἐπειράθη μεταβολῆς ὥστε ὑπʼ Ἀντιγόνου μεγάλῃ παρατάξει λειφθῆναι καὶ μετʼ ὀλίγων φίλων ἀναγκασθῆναι καταφυγεῖν εἴς τι χωρίον παντελῶς μικρόν. εἰς τοῦτο δʼ ἐγκλεισθεὶς καὶ περιληφθεὶς ὑπὸ τῶν πολεμίων διπλοῖς τείχεσιν οὐδένα βοηθὸν ἔσχε τῆς ἰδίας συμφορᾶς.
53.5
ἐνιαυσίου δʼ οὔσης τῆς πολιορκίας καὶ τῆς σωτηρίας ἀπογινωσκομένης ἄφνω παράδοξος λύσις ἐφάνη τῶν ἀτυχημάτων. ὁ γὰρ πολιορκῶν τὸν Εὐμενῆ καὶ σπεύδων ἀνελεῖν Ἀντίγονος ἐκ μεταβολῆς παρεκάλεσεν αὐτὸν πρὸς κοινοπραγίαν καὶ λαβὼν διὰ τῶν ὅρκων τὰς πίστεις τῆς πολιορκίας ἀπελύθη.
53.6
μετὰ δέ τινα χρόνον ἀνελπίστως διασωθεὶς τότε μὲν περὶ τὴν Καππαδοκίαν διέτριβεν ἀναλαμβάνων τοὺς προγεγονότας φίλους καὶ τοὺς κατὰ τὴν χώραν πλανωμένους τῶν συνεστρατευκότων αὐτῷ πρότερον. ἀγαπώμενος δὲ διαφερόντως ταχὺ πολλοὺς ἔσχε κοινωνοὺς τῶν αὐτῶν ἐλπίδων καὶ πρὸς τὴν μετʼ αὐτοῦ στρατείαν ὑπακούοντας.
53.7
τέλος δὲ ἐν ὀλίγαις ἡμέραις χωρὶς τῶν ἐν τῷ φρουρίῳ συμπεπολιορκημένων φίλων πεντακοσίων ἔσχε στρατιώτας ἐθελοντὶ ὑπακούοντας πλείους τῶν δισχιλίων. τῆς τύχης δʼ αὐτῷ συνεργούσης τηλικαύτην ἔλαβεν αὔξησιν ὥστε παραλαβεῖν τὰς βασιλικὰς δυνάμεις καὶ προστῆναι τῶν βασιλέων πρὸς τοὺς καταλύειν αὐτῶν τὴν ἀρχὴν τετολμηκότας. ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον ἀκριβέστερον διέξιμεν ἐν τοῖς οἰκείοις καιροῖς.
54.1
νυνὶ δʼ ἀρκούντως τὰ κατὰ τὴν Ἀσίαν διεληλυθότες μεταβησόμεθα πρὸς τὰς κατὰ τὴν Εὐρώπην συντελεσθείσας πράξεις. Κάσανδρος γὰρ ἀποτετευχὼς τῆς κατὰ τὴν Μακεδονίαν ἡγεμονίας οὐκ ἔπτηξεν, ἀλλʼ ἔκρινεν ἀντέχεσθαι ταύτης, αἰσχρὸν εἶναι διαλαμβάνων τὴν τοῦ πατρὸς ἀρχὴν ὑφʼ ἑτέρων διοικεῖσθαι.