Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 18

62.4 διόπερ κρίνας ἐπιβουλὴν συστήσασθαι κατʼ αὐτοῦ προεχειρίσατο τῶν φίλων Φιλώταν καὶ τούτῳ μὲν ἔδωκεν ἐπιστολὴν γεγραμμένην πρός τε τοὺς ἀργυράσπιδας καὶ τοὺς ἄλλους τοὺς μετʼ Εὐμενοῦς Μακεδόνας, συνεξέπεμψε δὲ αὐτῷ καὶ ἄλλους τριάκοντα Μακεδόνας τῶν περιέργων καὶ λάλων, οἷς ἦν προστεταγμένον κατʼ ἰδίαν ἐντυχεῖν τοῖς ἡγεμόσι τῶν ἀργυρασπίδων Ἀντιγένει καὶ Τευτάμῳ καὶ διὰ τούτων συστήσασθαί τινα κατʼ Εὐμενοῦς ἐπιβουλήν, δωρεάς τε μεγάλας ἐπαγγελλομένους καὶ σατραπείας μείζονας, ὁμοίως δὲ καὶ τῶν ἀργυρασπίδων τοῖς γνωριζομένοις καὶ πολίταις ἐντυγχάνειν καὶ διαφθείρειν δωρεαῖς πρὸς τὴν κατʼ Εὐμενοῦς ἐπιβουλήν.
62.5 τῶν μὲν οὖν ἄλλων οὐδένα πεῖσαι κατίσχυσαν, Τεύταμος δὲ ὁ τῶν ἀργυρασπίδων ἡγεμὼν διαφθαρεὶς ἐπεβάλετο καὶ τὸν συνάρχοντα Ἀντιγένην πεῖσαι κοινωνῆσαι τῆς πράξεως.
62.6 ὁ δʼ Ἀντιγένης, συνέσει καὶ πίστεως βεβαιότητι διαφέρων, οὐ μόνον ἀντεῖπεν, ἀλλὰ καὶ μετέπεισε τὸν προδιεφθαρμένον. ἐδίδαξε γὰρ αὐτὸν συμφέρειν ζῆν τὸν Εὐμενῆ μᾶλλον ἢ τὸν Ἀντίγονον·
62.7 ἐκεῖνον μὲν γὰρ εἰς πλεῖον ἰσχύσαντα παρελεῖσθαι τὰς σατραπείας αὐτῶν καὶ ἀντικαταστήσειν ἐκ τῶν αὐτοῦ φίλων, Εὐμενῆ δὲ ξένον ὄντα μηδέποτʼ ἰδιοπραγῆσαι τολμήσειν, ἀλλὰ στρατηγὸν ὄντα φίλοις αὐτοῖς χρήσεσθαι καὶ συμπράξασι φυλάξειν αὐτοῖς τὰς σατραπείας, τάχα δὲ καὶ ἄλλας προσδώσειν. οἱ μὲν οὖν τὰς κατʼ Εὐμενοῦς ἐπιβουλὰς κατασκευάζοντες ἀπέτυχον τὸν προειρημένον
63.1 τρόπον· τοῦ δὲ Φιλώτου τὴν κοινὴν ἐπιστολὴν ἀναδόντος τοῖς ἡγεμόσι συνήχθησαν οἵ τε ἀργυράσπιδες καὶ οἱ ἄλλοι Μακεδόνες κατʼ ἰδίαν ἄνευ τοῦ Εὐμενοῦς καὶ τὴν ἐπιστολὴν προσέταξαν ἀναγνωσθῆναι.
63.2 ἦν δʼ ἐν αὐτῇ γεγραμμένη κατηγορία μὲν τοῦ Εὐμενοῦς, παράκλησις δὲ τῶν Μακεδόνων συλλαβεῖν τὸν Εὐμενῆ ταχέως καὶ ἀποκτεῖναι· ἐὰν δὲ ταῦτα μὴ πράξωσιν, ὅτι μετὰ πάσης τῆς δυνάμεως ἥξει πολεμήσων αὐτοῖς καὶ τοῖς μὴ πειθαρχοῦσι τὴν προσήκουσαν ἐπιθήσει τιμωρίαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi