Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 19

100.7 ὁ δὲ Δημήτριος ἐπειδὴ παραγενόμενος εἰς Βαβυλῶνα τὴν πόλιν ἐκλελειμμένην εὗρεν, πολιορκεῖν ἐπεχείρει τὰς ἀκροπόλεις. ὧν τὴν ἑτέραν ἑλὼν ἔδωκε τοῖς ἰδίοις στρατιώταις εἰς διαρπαγήν· τὴν δʼ ἑτέραν πολιορκήσας ἡμέρας τινάς, ἐπειδὴ χρόνου προσεδεῖτο, Ἀρχέλαον μὲν ἕνα τῶν φίλων ἀπέλιπε στρατηγὸν ἐπὶ τῆς πολιορκίας, δοὺς αὐτῷ πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ χιλίους, αὐτὸς δέ, τοῦ χρόνου συντρέχοντος ἐν ᾧ συντεταγμένον ἦν τὴν ἄφοδον αὐτῷ ποιήσασθαι, μετὰ τῆς λοιπῆς δυνάμεως τὴν ἐπὶ θάλασσαν κατάβασιν ἐποιεῖτο.
101.1 ἅμα δὲ τούτοις πραττομένοις κατὰ μὲν τὴν Ἰταλίαν Ῥωμαίων διαπολεμούντων τὸν πρὸς Σαμνίτας πόλεμον συνεχεῖς ἐγίνοντο προνομαὶ τῆς χώρας καὶ πολιορκίαι πόλεων καὶ δυνάμεων ἐν ὑπαίθρῳ στρατοπεδεῖαι· τὰ γὰρ μαχιμώτατα τῶν κατὰ τὴν Ἰταλίαν ἐθνῶν περὶ ἡγεμονίας φιλοτιμούμενα παντοίους συνίσταντο κινδύνους.
101.2 οἱ μὲν οὖν τῶν Ῥωμαίων ὕπατοι μέρος τῆς δυνάμεως ἀναλαβόντες ἀντεστρατοπέδευσαν ταῖς τῶν πολεμίων παρεμβολαῖς καὶ πρὸς μὲν μάχην καιρὸν ἐπετήρουν οἰκεῖον, ταῖς δὲ συμμαχίσι πόλεσι παρείχοντο τὴν ἀσφάλειαν.
101.3 τὸ δὲ λοιπὸν στρατόπεδον ἀναλαβὼν Κόιντος Φάβιος, ὃς ἦν αὐτοκράτωρ ᾑρημένος, τήν τε Φρεγελλανῶν πόλιν εἷλε καὶ τῶν ἀλλοτρίως διακειμένων πρὸς τὴν Ῥώμην τοὺς ἐπιφανεστάτους ἐζώγρησεν. τούτους δὲ τὸν ἀριθμὸν ὄντας πλείους τῶν διακοσίων ἀπήγαγεν εἰς Ῥώμην καὶ προαγαγὼν εἰς τὴν ἀγορὰν ῥαβδίσας ἐπελέκησε κατὰ τὸ πάτριον ἔθος. μετʼ ὀλίγον δὲ ἐμβαλὼν εἰς τὴν τῶν πολεμίων χώραν Καλατίαν καὶ τὴν Νωλάνων ἀκρόπολιν ἐξεπολιόρκησεν καὶ λαφύρων μὲν πλῆθος ἀπέδοτο, τοῖς δὲ στρατιώταις πολλὴν τῆς χώρας κατεκληρούχησεν. ὁ δὲ δῆμος, κατὰ νοῦν τῶν πραγμάτων αὐτῷ προχωρούντων, ἀποικίαν ἀπέστειλεν εἰς τὴν νῆσον τὴν Ποντίαν καλουμένην.
102.1 ἐν δὲ τῇ Σικελίᾳ τῆς εἰρήνης ἄρτι γεγενημένης Ἀγαθοκλεῖ πρὸς τοὺς Σικελιώτας πλὴν Μεσσηνίων οἱ μὲν φυγάδες τῶν Συρακοσίων ἠθροίσθησαν εἰς τὴν Μεσσήνην, ταύτην ὁρῶντες λοιπὴν οὖσαν τῶν ἀλλοτρίως ἐχουσῶν πρὸς τὸν δυνάστην,
102.2 ὁ δʼ Ἀγαθοκλῆς σπεύδων αὐτῶν καταλῦσαι τὸ σύστημα Πασίφιλον στρατηγὸν ἐξαπέστειλε μετὰ δυνάμεως εἰς τὴν Μεσσήνην,

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi