Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 19

109.1 ὁ δʼ Ἀμίλκας ὁρῶν κατισχυομένους τοὺς ἑαυτοῦ καὶ τῶν Ἑλλήνων ἀεὶ πλείους παρεισπίπτοντας εἰς τὴν παρεμβολὴν ἐπέστησε τοὺς σφενδονήτας τοὺς ἐκ τῶν Βαλιαρίδων νήσων, ὄντας οὐκ ἐλάττους τῶν χιλίων.
109.2 οὗτοι δὲ συνεχεῖς καὶ μεγάλους λίθους ἀφιέντες πολλοὺς μὲν ἐτραυμάτιζον, οὐκ ὀλίγους δὲ καὶ τῶν βιαζομένων ἀπέκτεινον, τῶν δὲ πλείστων τὰ σκεπάζοντα τῶν ὅπλων συνέτριβον· οἱ γὰρ ἄνδρες οὗτοι μναιαίους λίθους βάλλειν εἰωθότες μεγάλα συμβάλλονται πρὸς νίκην ἐν τοῖς κινδύνοις, ὡς ἂν ἐκ παίδων παρʼ αὐτοῖς τῆς ἐν ταῖς σφενδόναις γυμνασίας διαπονουμένης.
109.3 τούτῳ δὲ τῷ τρόπῳ τοὺς Ἕλληνας ἐκ τῆς παρεμβολῆς ἐκβαλόντες ἐκράτησαν. πάλιν δὲ οἱ περὶ τὸν Ἀγαθοκλέα κατʼ ἄλλους τόπους προσβολὰς ἐποιοῦντο καὶ δὴ τῆς παρεμβολῆς ἤδη κατὰ κράτος ἁλισκομένης κατέπλευσε τοῖς Καρχηδονίοις δύναμις ἐκ Λιβύης ἀνέλπιστος.
109.4 διὸ καὶ ταῖς ψυχαῖς πάλιν θαρρήσαντες οἱ μὲν ἐκ τῆς παρεμβολῆς κατὰ στόμα ἐκινδύνευον, οἱ δὲ παρόντες ἐπὶ τὴν βοήθειαν κύκλῳ περιίσταντο τοὺς Ἕλληνας. ὧν τιτρωσκομένων παραδόξως ἡ μὲν μάχη ταχὺ παλίντροπος ἐγένετο, ἔφευγον δʼ οἱ μὲν εἰς τὸν Ἱμέραν ποταμόν, οἱ δʼ εἰς τὴν παρεμβολήν. τεσσαράκοντα σταδίους δʼ ἐχούσης τῆς ἀποχωρήσεως καὶ ταῦτα σχεδὸν πάσης πεδινῆς οὔσης ἐπεδίωκον οἱ τῶν βαρβάρων ἱππεῖς, οὐκ ἔλασσον ὄντες πεντακισχιλίων. διὸ καὶ συνέβη τὸν μεταξὺ τόπον νεκρῶν πληρωθῆναι, πολλὰ συμβαλλομένου καὶ τοῦ ποταμοῦ πρὸς τὴν τῶν Ἑλλήνων ἀπώλειαν·
109.5 ὑπὸ κύνα γὰρ οὔσης τῆς ὥρας καὶ τοῦ διωγμοῦ περὶ μέσον ἡμέρας γινομένου οἱ πολλοὶ τῶν φευγόντων διά τε τὸ καῦμα καὶ τὴν ἐκ τῆς φυγῆς κακοπάθειαν ἔκδιψοι γιγνόμενοι λάβρως ἔπινον, καὶ ταῦθʼ ἁλυκοῦ τοῦ ῥεύματος ὄντος. διόπερ οὐκ ἐλάττους τῶν ἐν τῷ διωγμῷ σφαγέντων εὑρέθησαν παρὰ τὸν ποταμὸν τετελευτηκότες ἄτρωτοι. ἔπεσον δʼ ἐν τῇ μάχῃ ταύτῃ τῶν μὲν βαρβάρων περὶ πεντακοσίους, τῶν δʼ Ἑλλήνων οὐκ ἐλάττους ἑπτακισχιλίων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi