Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 19

21.9 οὐ μὴν ἀλλὰ τοῖς παρεισπεσοῦσιν ἐντὸς τοῦ τείχους γενομένης μάχης πρὸς τοὺς Ῥοδίους καὶ πολλῶν παρʼ ἀμφοτέροις πεσόντων τὸ μὲν πρῶτον οὐδέτεροι τῆς ἰδίας τάξεως ἐξεχώρουν, μετὰ δὲ ταῦτα τῶν μὲν Ῥοδίων ἀεὶ πλειόνων γινομένων καὶ τὸν κίνδυνον ἑτοίμως ὑπομενόντων, ὡς ἂν ὑπὲρ πατρίδος καὶ τῶν μεγίστων ἀγωνιζομένων, τῶν δὲ τοῦ βασιλέως θλιβομένων Ἄλκιμος μὲν καὶ Μαντίας οἱ τὴν ἡγεμονίαν ἔχοντες πολλοῖς περιπεσόντες τραύμασιν ἐτελεύτησαν, τῶν δʼ ἄλλων οἱ πλεῖστοι οἱ μὲν ἐν χειρῶν νόμῳ διεφθάρησαν, οἱ δʼ ἥλωσαν, ὀλίγοι δὲ πρὸς τὸν βασιλέα φυγόντες διεσώθησαν. πολλοὶ δὲ καὶ τῶν Ῥοδίων ἀνῃρέθησαν, ἐν οἷς ἦν καὶ ὁ πρύτανις Δαμοτέλης ἐπʼ ἀρετῇ γενόμενος περίβλεπτος.
17.4 μετὰ δὲ ταῦτα στρατεύσας ἐπὶ τὴν Ἦλιν τόν τε βασιλέα ἐφόνευσεν Αὐγέαν, καὶ τὴν πόλιν ἑλὼν κατὰ κράτος Φυλέα τὸν Αὐγέου μετεπέμψατο, καὶ τούτῳ τὴν βασιλείαν παρέδωκεν· ἦν γὰρ ὑπὸ τοῦ πατρὸς πεφυγαδευμένος καθʼ ὃν καιρὸν δικαστὴς γενόμενος τῷ πατρὶ πρὸς Ἡρακλέα περὶ τοῦ μισθοῦ τὸ νίκημα ἀπέδωκεν Ἡρακλεῖ.
6.1 Δημήτριος δὲ τὴν τῆς πόλεως ἅλωσιν ὑπολαβὼν ἐκ τῶν χειρῶν αὐτοῦ τὴν τύχην ἀφῃρῆσθαι πάλιν παρεσκευάζετο πρὸς τὴν πολιορκίαν. εἶτα τοῦ πατρὸς αὐτῷ γράψαντος διαλύσασθαι πρὸς Ῥοδίους ὡς ἄν ποτε δύνηται, τὸν κάλλιστον ἐπετήρει καιρόν, δώσοντα προφάσεις εὐλόγους τῆς συνθέσεως.
17.5 μετὰ δὲ ταῦτα Ἱπποκόων μὲν ἐφυγάδευσεν ἐκ τῆς Σπάρτης τὸν ἀδελφὸν Τυνδάρεων, Οἰωνὸν δὲ τὸν Λικυμνίου φίλον ὄντα Ἡρακλέους οἱ υἱοὶ τοῦ Ἱπποκόωντος εἴκοσι τὸν ἀριθμὸν ὄντες ἀπέκτειναν· ἐφʼ οἷς ἀγανακτήσας Ἡρακλῆς ἐστράτευσεν ἐπʼ αὐτούς· μεγάλῃ δὲ μάχῃ νικήσας παμπληθεῖς ἀπέκτεινε. τὴν δὲ Σπάρτην ἑλὼν κατὰ κράτος, κατήγαγεν ἐπὶ τὴν βασιλείαν Τυνδάρεων τὸν πατέρα τῶν Διοσκόρων, καὶ τὴν βασιλείαν ὡς δορίκτητον Τυνδάρεῳ παρέθετο, προστάξας τοῖς ἀφʼ ἑαυτοῦ γενομένοις φυλάττειν.
6.2 Πτολεμαίου δὲ γράψαντος τοῖς Ῥοδίοις τὸ μὲν πρῶτον ὅτι πέμψει σίτου πλῆθος αὐτοῖς καὶ στρατιώτας τρισχιλίους, μετὰ δὲ ταῦτα συμβουλεύοντος, ἐὰν ᾖ δυνατόν, μετρίως διαλύσασθαι πρὸς Ἀντίγονον, ἅπαντες ἔρεπον πρὸς τὴν εἰρήνην.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi