Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 19

22.2 ἐπλήρωσε δὲ τῆς τῶν πανηγυριζόντων θυσίας κύκλους τέσσαρας ἐντὸς ἀλλήλων ὄντας καὶ περιεχομένους ὑφʼ ἑνὸς τοῦ μεγίστου· εἶναι δὲ συνέβαινε τοῦ μὲν ἐκτὸς τὴν περίμετρον δέκα σταδίων, ἣν ἀνεπλήρουν οἵ τε μισθοφόροι καὶ συμμάχων τὸ πλῆθος, τοῦ δὲ δευτέρου σταδίων ὀκτώ, καθʼ ὃν ὑπῆρχον οἵ τε ἀργυράσπιδες Μακεδόνες καὶ τῶν ἑταίρων οἱ μετʼ Ἀλεξάνδρου στρατεύσαντες, τοῦ δʼ ἑξῆς τὴν μὲν περιφέρειαν σταδίων τεσσάρων, τὸν δὲ τόπον ἀναπληροῦσθαι κατακειμένων τῶν τε δευτέρων ἡγεμόνων καὶ τῶν ἔξω τάξεως καὶ φίλων καὶ στρατηγῶν καὶ τῶν ἱππέων· τοῦ δʼ ἐπὶ πᾶσιν, ὄντος δυεῖν σταδίων, διειλήφεισαν τὰς κλισίας οἵ τε στρατηγοὶ καὶ οἱ τὰς ἱππαρχίας ἔχοντες, ἔτι δὲ τῶν Περσῶν οἱ μάλιστα τιμώμενοι.
22.3 ἐν μέσῳ δὲ τούτων ὑπῆρχον βωμοὶ θεῶν καὶ Ἀλεξάνδρου καὶ Φιλίππου. καὶ τὰς μὲν κλισίας συνέβαινεν ἐκ φυλλάδος κατεσκευάσθαι, κεκαλυμμένας αὐλαίαις καὶ παντοδαποῖς περιστρώμασι, χορηγούσης τῆς Περσίδος δαψιλῆ πάντα τὰ πρὸς τρυφὴν καὶ ἀπόλαυσιν, διεστηκέναι δὲ τοὺς κύκλους ἀπʼ ἀλλήλων ἐπὶ τοσοῦτον ὥστε μηδὲν μὲν παρενοχλεῖσθαι τοὺς ἑστιωμένους,
23.1 πλησίον δʼ εἶναι πάσας τὰς παρασκευάς. πάντων δὲ κατὰ τρόπον ὑπηρετουμένων ἐπεσημαίνετο τὸ πλῆθος τὴν τοῦ Πευκέστου προθυμίαν καὶ φανερὸς ἦν ἐπιδεδωκὼς πολὺ πρὸς εὔνοιαν. ἃ δὴ θεωρῶν Εὐμενὴς καὶ συλλογιζόμενος τὸν Πευκέστην πολιτεύεσθαι πρὸς τὸ πλῆθος τῆς στρατηγίας ὀρεγόμενον, ἐπλάσατο ψευδεῖς ἐπιστολάς, διὰ δὲ τούτων τούς τε στρατιώτας εὐθαρσεῖς πρὸς τὰς μάχας κατεσκεύασεν καὶ τοῦ Πευκέστου τὸν ὄγκον καὶ τὸ πρόσχημα ταπεινώσας ἑαυτὸν εἰς ὕψος ἤγαγε καὶ προσδοκίαν ἐλπίδων ἀγαθῶν παρὰ τοῖς πλήθεσιν.
23.2 ἦν δʼ ὁ νοῦς τῶν γεγραμμένων ὅτι τὸ μὲν Ἀλεξάνδρου παιδίον Ὀλυμπιὰς παραλαβοῦσα κεκόμισται καὶ τὴν Μακεδονίας βασιλείαν κυρίως, ἀναιρεθέντος Κασάνδρου, Πολυπέρχων δὲ διαβέβηκεν εἰς Ἀσίαν πρὸς Ἀντίγονον ἔχων τῆς βασιλικῆς δυνάμεως τὴν κρατίστην καὶ τοὺς ἐλέφαντας, ἔστι δὲ προσάγων ἤδη περὶ Καππαδοκίαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi