Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 19

23.3 ἡ δʼ ἐπιστολὴ Συρίοις γεγραμμένη γράμμασιν ἀπέσταλτο παρὰ Ὀρόντου τοῦ σατραπείαν μὲν ἔχοντος Ἀρμενίας, φίλου δὲ ὄντος Πευκέστῃ. πιστευθείσης δὲ τῆς ἐπιστολῆς διὰ τὴν συνήθειαν τὴν προϋπάρχουσαν τοῖς σατράπαις ὁ μὲν Εὐμενὴς ἐκέλευσε περιενεγκεῖν καὶ δεῖξαι τοῖς τε ἡγεμόσι καὶ τῶν ἄλλων στρατιωτῶν τοῖς πλείστοις, τὸ δὲ στρατόπεδον ἅπαν μετετέθη ταῖς διανοίαις καὶ πάντες ἀπέβλεπον πρὸς τὰς Εὐμενοῦς ἐλπίδας, ὡς τούτου δυνησομένου καὶ προάγειν διὰ τῶν βασιλέων οὓς ἂν βούληται καὶ δίκας λαβεῖν παρὰ τῶν ἀδικούντων.
23.4 μετὰ δὲ τὴν εὐωχίαν Εὐμενὴς βουλόμενος καταπλήξασθαι τοὺς ἀπειθοῦντας ἢ στρατηγίας ὀρεγομένους παρήγαγεν εἰς κρίσιν Σιβύρτιον, ὃς ἦν τῆς μὲν Ἀραχωσίας σατράπης, Πευκέστου δὲ μάλιστα φίλος, ἔλαθε δὲ αὐτὸν τῶν ἱππέων τινὰς ἀποστείλας εἰς Ἀραχώτας· καὶ τὰς ἀποσκευὰς κελεύσας παρελέσθαι εἰς τηλικούτους περιέστησε κινδύνους ὥστε, εἰ μὴ λαθὼν διέδρα,
24.1 θανάτῳ περιέπεσεν ἂν ὑπὸ τοῦ πλήθους. τούτῳ δὲ τῷ τρόπῳ τοὺς μὲν ἄλλους καταπληξάμενος, ἑαυτῷ δʼ ὄγκον καὶ πρόσχημα μέγα περιποιήσας μετεβάλετο πάλιν καὶ τὸν Πευκέστην λόγοις φιλανθρώποις καὶ μεγάλαις ἐπαγγελίαις προσαγαγόμενος εὔνουν ἐαυτῷ καὶ πρόθυμον κατεσκεύασεν εἰς τὸ τοῖς βασιλεῦσι συναγωνίζεσθαι.
24.2 σπεύδων δὲ καὶ παρὰ τῶν ἄλλων σατραπῶν καὶ στρατηγῶν ὥσπερ ὅμηρα λαβεῖν τοῦ μὴ καταλείψειν αὐτόν, προσεποιήθη χρημάτων σπανίζειν καὶ παρεκάλεσεν ἕκαστον κατὰ δύναμιν δανεῖσαι τοῖς βασιλεῦσι.
24.3 λαβὼν δὲ παρʼ ὧν ἐδόκει συμφέρειν ἡγεμόνων τετρακόσια τάλαντα τοὺς πρότερον ὑπόπτους ὄντας ἐπιβουλεύειν ἢ καταλείψειν πιστοτάτους φύλακας ἔσχε τοῦ σώματος καὶ συναγωνιστάς.
24.4 οὕτως δὲ αὐτοῦ περὶ τούτων πρὸς τὸ μέλλον στρατηγοῦντος ἧκόν τινες ἐκ Μηδίας ἀπαγγέλλοντες ὅτι μετὰ τῆς δυνάμεως Ἀντίγονος τὴν ἀνάζευξιν ἐπὶ τῆς Περσίδος εἴη πεποιημένος. ἃ δὴ πυθόμενος καὶ αὐτὸς ἀνέζευξε, διεγνωκὼς ἀπαντᾶν τοῖς πολεμίοις καὶ διακινδυνεύειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi