Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 19

30.6 οὐδενὸς δʼ ἐπεξιέναι τολμῶντος αὐτὸς μὲν κατελάβετο τόπους τινάς, διʼ ὧν ἀναγκαῖον ἦν τὰς τροφὰς τοῖς ἐναντίοις παρακομίζεσθαι· οἱ δὲ περὶ τὸν Λυσίμαχον φοβηθέντες μήποτε τῆς ἀγορᾶς ἀποκοπείσης ὑποχείριοι γένωνται τοῖς πολεμίοις, νυκτὸς ἀνέζευξαν καὶ διατείναντες σταδίους τετρακοσίους κατεστρατοπέδευσαν περὶ Δορύλαιον·
104.2 ἔταξαν δὲ καὶ φόρους τοῖς καταπολεμηθεῖσι, καὶ τὸν πρὸ τοῦ χρόνον οὐ χρώμενοι νομίσματι, τότε συνήθροιζον ἐκ τοῦ φόρου κατʼ ἐνιαυτὸν πλείω τῶν χιλίων ταλάντων. ἐπεὶ δὲ τὰ κατὰ τὴν Ἑλλάδα πράγματα κατὰ τὴν ἰδίαν ἀξίαν διῴκησαν, ἀπέστειλαν Ἄριστον ἄνδρα τῶν ἐπιφανῶν εἰς Συρακούσας, τῷ μὲν λόγῳ προσποιούμενοι καταλύειν τὴν δυναστείαν, τῇ δʼ ἀληθείᾳ σπεύδοντες αὐξῆσαι τὴν τυραννίδα· ἤλπιζον γὰρ συγκατασκευάζοντες τὴν ἀρχὴν ὑπήκοον ἕξειν τὸν Διονύσιον διὰ τὰς εὐεργεσίας.
30.7 εἶχε γὰρ τὸ χωρίον σίτου τε καὶ τῆς ἄλλης χορηγίας πλῆθος καὶ ποταμὸν παραρρέοντα δυνάμενον ἀσφάλειαν παρέχεσθαι τοῖς παρʼ αὐτὸν στρατοπεδεύουσι. βαλόμενοι δὲ στρατοπεδείαν ὠχύρωσαν τὴν παρεμβολὴν βαθείᾳ τάφρῳ καὶ τριπλῷ χάρακι.
26.3 ὁ δʼ Ἄριστος καταπλεύσας εἰς Συρακούσας καὶ τῷ τυράννῳ λάθρᾳ περὶ τούτων διαλεχθείς, τούς τε Συρακοσίους ἀνασείων καὶ τὴν ἐλευθερίαν ἀποκαταστήσειν ἐπαγγειλάμενος, Νικοτέλην μὲν τὸν Κορίνθιον ἀνεῖλεν ἀφηγούμενον τῶν Συρακοσίων, τοὺς δὲ πιστεύσαντας προδοὺς τὸν μὲν τύραννον ἰσχυρὸν κατέστησε, διὰ δὲ τῆς πράξεως ταύτης ἀσχημονεῖν ἐποίησεν αὑτὸν ἅμα καὶ τὴν πατρίδα.
14.1 Ἀντίγονος δὲ πυθόμενος τὴν τῶν πολεμίων ἀποχώρησιν εὐθὺς ἐπεδίωκεν αὐτοὺς καὶ πλησίον γενόμενος τῆς παρεμβολῆς, ἐπεὶ πρὸς παράταξιν οὐ συγκατέβαινον, ἤρξατο περιταφρεύειν τὴν στρατοπεδείαν καὶ καταπέλτας καὶ βέλη μετεπέμψατο, βουλόμενος αὐτὴν πολιορκῆσαι. συντελουμένων δʼ ἀκροβολισμῶν περὶ τὴν ταφρείαν καὶ τῶν περὶ τὸν Λυσίμαχον πειρωμένων ἀνείργειν τοῖς βέλεσι τοὺς ἐργαζομένους ἐν πᾶσιν προετέρουν οἱ περὶ τὸν Ἀντίγονον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi