Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 19

27.3 τὸν δὲ Φαρνάβαζον ἀκούσαντα τῶν λόγων, σφετερίσασθαι τὴν ἀπαγγελίαν καὶ πέμψαι πιστοὺς ἄνδρας ὑπὲρ τούτων τῷ βασιλεῖ δηλώσοντας. οὐ διδόντος δὲ τοῦ Φαρναβάζου τοὺς παραπέμψοντας εἰς τὰ βασίλεια, φησὶ τὸν μὲν Ἀλκιβιάδην ὁρμῆσαι πρὸς τὸν σατράπην τῆς Παφλαγονίας, ὅπως διʼ ἐκείνου ποιήσαιτο τὴν ἀνάβασιν· τὸν δὲ Φαρνάβαζον φοβηθέντα μὴ περὶ τούτων ἀκούσῃ τὴν ἀλήθειαν ὁ βασιλεύς, ἐπαποστεῖλαι τοὺς ἀνελοῦντας κατὰ τὴν ὁδὸν τὸν Ἀλκιβιάδην.
31.5 πυνθανόμενος δὲ Σέλευκον καταβαίνειν ἐκ τῶν ἄνω σατραπειῶν μετὰ μεγάλης δυνάμεως, ἔπεμψέ τινας τῶν φίλων εἰς τὴν Ἑλλάδα πρὸς Δημήτριον, παρακελευόμενος ἥκειν πρὸς αὐτὸν μετὰ τῆς δυνάμεως τὴν ταχίστην· σφόδρα γὰρ εὐλαβεῖτο μὴ πάντων τῶν βασιλέων ἐπʼ αὐτὸν συνδραμόντων ἀναγκασθῇ παρατάξει κρῖναι τὸν ὅλον πόλεμον πρὶν ἢ συνελθεῖν εἰς ταὐτὸν τὴν ἐκ τῆς Εὐρώπης δύναμιν.
27.4 τοὺς δὲ καταλαβόντας αὐτὸν τῆς Φρυγίας ἔν τινι κώμῃ κατεσκηνωκότα νυκτὸς περιθεῖναι ξύλων πλῆθος· ἀναφθέντος οὖν πολλοῦ πυρὸς τὸν Ἀλκιβιάδην ἐπιχειρῆσαι μὲν ἀμύνεσθαι, κρατηθέντα δὲ ὑπὸ τοῦ πυρὸς καὶ τῶν εἰς αὐτὸν ἀκοντιζόντων τελευτῆσαι.
31.6 παραπλησίως δὲ καὶ Λυσίμαχος διεῖλε τὴν δύναμιν εἰς χειμασίαν ἐν τῷ καλουμένῳ Σαλωνίας πεδίῳ. ἀγορὰν δὲ πολλὴν ἐξ Ἡρακλείας μετεπέμπετο, ποιησάμενος ἐπιγαμίαν πρὸς τοὺς Ἡρακλεώτας·
27.5 περὶ δὲ τὸν αὐτὸν χρόνον καὶ Δημόκριτος ὁ φιλόσοφος ἐτελεύτησε βιώσας ἔτη ἐνενήκοντα. Λασθένην δὲ τὸν Θηβαῖον τὸν νενικηκότα ταύτην τὴν Ὀλυμπιάδα λέγεται πρὸς ἵππον ἀθλητὴν δραμόντα νικῆσαι· τὸν δὲ δρόμον ἀπὸ τῆς Κορωνείας μέχρι τῆς Θηβαίων πόλεως γενέσθαι.
31.7 ἔγημε γὰρ Ἄμηστριν τὴν Ὀξυάρτου μὲν θυγατέρα, Δαρείου δὲ τοῦ βασιλέως ἀδελφιδῆν, Κρατεροῦ δὲ γυναῖκα γενομένην ὑπʼ Ἀλεξάνδρου δοθεῖσαν, τότε δυναστεύουσαν τῆς πόλεως. καὶ τὰ μὲν περὶ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
106.6 κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαίων φρουρούντων Ἔρρουκαν πόλιν Οὐόλσκων ἐπελθόντες οἱ πολέμιοι τῆς τε πόλεως ἐκράτησαν καὶ τῶν φρουρῶν τοὺς πλείστους ἀνεῖλαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi