Kitap 19
34.4
ὡς δὲ ἐγγὺς ἐγενήθη τῆς πυρᾶς, περιαιρουμένη τὸν κόσμον ἑαυτῆς διεδίδου τοῖς οἰκείοις καὶ φίλοις, ὡς ἂν εἴποι τις, καταλείπουσα τοῖς ἀγαπῶσι μνημεῖον. ὁ δὲ κόσμος ἦν περὶ μὲν τὰς χεῖρας δακτυλίων τε πλῆθος ἐνδεδεμένων λίθοις πολυτελέσι καὶ διηλλαγμένοις τοῖς χρώμασι, περὶ δὲ τὴν κεφαλὴν χρυσῶν ἀστερίσκων οὐκ ὀλίγος ἀριθμὸς παντοδαποῖς λίθοις διειλημμένων, περὶ δὲ τὸν τράχηλον ὅρμων πλῆθος, τῶν μὲν ἐλασσόνων, τῶν δʼ ἐκ τοῦ κατʼ ὀλίγον ἀεὶ καθʼ ὑπέρθεσιν μειζόνων.
34.5
τὸ δὲ τελευταῖον ἀσπασαμένη τοὺς οἰκείους ὑπὸ τἀδελφοῦ μὲν ἐπὶ τὴν πυρὰν ἀνεβιβάσθη, ὑπὸ δὲ τοῦ συνδραμόντος ἐπὶ τὴν θέαν πλήθους θαυμασθεῖσα κατέστρεψεν ἡρωικῶς τὸν βίον·
34.6
ἡ μὲν γὰρ δύναμις ἐν τοῖς ὅπλοις πᾶσα πρὶν ἅπτεσθαι τὴν πυρὰν τρὶς περιῆλθεν, αὐτὴ δὲ τἀνδρὶ παρακλιθεῖσα καὶ κατὰ τὴν τοῦ πυρὸς ὁρμὴν οὐδεμίαν φωνὴν ἀγεννῆ προεμένη προεκαλέσατο τῶν ὁρώντων τοὺς μὲν εἰς ἔλεον, τοὺς δὲ εἰς ὑπερβολὴν ἐπαίνων. οὐ μὴν ἀλλʼ ἔνιοι τῶν Ἑλλήνων ἐπετίμων τοῖς νομίμοις ὡς ἀγρίοις οὖσι καὶ χαλεποῖς.
34.7
ὁ δʼ Εὐμενὴς ἀπὸ τῆς τῶν τετελευτηκότων ταφῆς γενόμενος ἀνέζευξεν ἐκ τῶν Παραιτάκων εἰς τὴν Γαβηνήν, οὖσαν ἀκέραιον καὶ δυναμένην πάντα δαψιλῆ ταῖς δυνάμεσι παρέχεσθαι.
34.8
ἀπέχειν δὲ συνέβαινε τὴν χώραν ταύτην τῶν περὶ Ἀντίγονον διὰ μὲν τῆς οἰκουμένης πορευομένῳ σταθμοὺς εἴκοσι πέντε, διὰ δὲ τῆς ἐρήμου καὶ ἀνύδρου σταθμοὺς ἐννέα. οἱ μὲν οὖν περὶ Εὐμενῆ καὶ τὸν Ἀντίγονον τοσοῦτον ἀλλήλων διεστῶτες ἐν τούτοις τοῖς τόποις παρεχείμαζον ἅμα καὶ τὰς δυνάμεις ἀνελάμβανον.
35.1
κατὰ δὲ τὴν Εὐρώπην Κάσανδρος μὲν ἐν Πελοποννήσῳ Τεγέαν πολιορκῶν καὶ πυθόμενος τήν τε Ὀλυμπιάδος κάθοδον εἰς Μακεδονίαν καὶ τὴν Εὐρυδίκης καὶ Φιλίππου τοῦ βασιλέως ἀναίρεσιν, ἔτι δὲ τὰ περὶ τὸν Ἰόλλα τἀδελφοῦ τάφον συμβεβηκότα πρὸς μὲν τοὺς Τεγεάτας διελύσατο, τὴν δὲ δύναμιν ἀναλαβὼν προῆγεν ἐπὶ Μακεδονίαν, καταλιπὼν τοὺς συμμάχους ἐν πολλῇ ταραχῇ· ἐφήδρευε γὰρ ταῖς ἐν Πελοποννήσῳ πόλεσιν Ἀλέξανδρος ὁ Πολυπέρχοντος ἔχων στρατόπεδον.