Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 19

49.3 τοιαύτης δὲ περιστάσεως κατεχούσης τὴν πόλιν καὶ τῆς Ὀλυμπιάδος ἔτι προσανεχούσης ταῖς ἔξωθεν ἐλπίσιν οἱ μὲν ἐλέφαντες ὑπὸ τῆς ἐνδείας διεφθάρησαν, τῶν δʼ ἱππέων οἱ μὲν ἔξω τάξεως ὄντες οὐ σιτομετρούμενοι τὸ παράπαν σχεδὸν ἅπαντες ἐτελεύτησαν, οὐκ ὀλίγοι δὲ καὶ τῶν στρατιωτῶν τῆς ὁμοίας καταστροφῆς ἔτυχον.
49.4 ἔνιοι δὲ τῶν βαρβάρων, τῆς φύσεως κατισχυούσης τὴν εὐλάβειαν, ἐσαρκοφάγουν ἀναλεγόμενοι τὰ σώματα τῶν ἀποθνησκόντων. ταχὺ δὲ τῆς πόλεως πληρουμένης νεκρῶν οἱ προεστηκότες τοῦ περὶ τὴν βασίλισσαν συστήματος τὰ μὲν κατώρυττον τῶν σωμάτων, τὰ δʼ ὑπὲρ τῶν τειχῶν ἐξερρίπτουν, ὥστʼ εἶναι καὶ τὴν θέαν τὴν τούτων ἀπεχθῆ καὶ τὴν δυσωδίαν ἀνυπομένητον μὴ μόνον γυναιξὶ βασιλίσσαις καὶ τρυφῆς οἰκείαις, ἀλλὰ καὶ τῶν στρατιωτῶν τοῖς εἰωθόσι κακοπαθεῖν.
50.1 τοῦ δʼ ἔαρος ἀρχομένου καὶ τῆς ἐνδείας ἀεὶ μᾶλλον αὐξανομένης συνέδραμον πολλοὶ τῶν στρατιωτῶν καὶ τὴν Ὀλυμπιάδα παρεκάλουν αὐτοὺς ἀφεῖναι διὰ τὴν ἀπορίαν. ἡ δὲ οὔτε σιτομετρεῖν αὐτοὺς δυναμένη τὸ παράπαν οὔτε τὴν πολιορκίαν λῦσαι συνεχώρησεν ἀπαλλάττεσθαι.
50.2 ὁ δὲ Κάσανδρος προσδεξάμενος ἅπαντας τοὺς αὐτομολήσαντας καὶ φιλανθρώπως χρησάμενος διαπέστειλεν ἐπὶ τὰς πόλεις· ἤλπιζε γὰρ παρὰ τούτων πυθομένους τοὺς Μακεδόνας τὴν Ὀλυμπιάδος ἀσθένειαν ἀπελπιεῖν αὐτῆς τὰ πράγματα.
50.3 οὐ κακῶς δʼ αὐτοῦ στοχασαμένου περὶ τοῦ μέλλοντος οἱ μὲν συναγωνίζεσθαι διεγνωκότες τοῖς πολιορκουμένοις μετενόησαν καὶ πρὸς Κάσανδρον ἀπεχώρησαν, μόνοι δὲ τῶν ἐν Μακεδονίᾳ τὴν εὔνοιαν διεφύλαξαν Ἀριστόνους καὶ Μόνιμος, ὧν Ἀριστόνους μὲν Ἀμφιπόλεως ἐκυρίευεν,
50.4 ὁ δʼ ἕτερος Πέλλης. ἡ δʼ Ὀλυμπιὰς ὁρῶσα τοὺς μὲν πλείους μεταθεμένους πρὸς Κάσανδρον, τοὺς δʼ ὑπολοίπους τῶν φίλων οὐκ ἰσχύοντας βοηθεῖν, ἐπεχείρησε πεντήρη ναῦν κατασπᾶν καὶ διὰ ταύτης αὑτήν τε καὶ τοὺς φίλους σώζειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi