Kitap 19
67.4
συναγαγὼν δὲ τοὺς Ἀκαρνᾶνας εἰς κοινὴν ἐκκλησίαν καὶ διελθὼν ὅτι πόλεμον ἔχουσιν ὅμορον ἐκ παλαιῶν χρόνων, συνεβούλευεν ἐκ τῶν ἀνοχύρων καὶ μικρῶν χωρίων εἰς ὀλίγας πόλεις μετοικῆσαι, ὅπως μὴ διεσπαρμένης τῆς οἰκήσεως ἀδυνατῶσιν ἀλλήλοις βοηθεῖν καὶ πρὸς τὰς ἀπροσδοκήτους τῶν πολεμίων ἐπιθέσεις δυσχερῶς ἀθροίζωνται. πεισθέντων δὲ τῶν Ἀκαρνάνων οἱ πλεῖστοι μὲν εἰς Στράτον πόλιν συνῴκησαν, ὀχυρωτάτην οὖσαν καὶ μεγίστην, Οἰνιάδαι δὲ καί τινες ἄλλοι συνῆλθον ἐπὶ Σαυρίαν, Δεριεῖς δὲ μεθʼ ἑτέρων εἰς Ἀγρίνιον.
67.5
ὁ δὲ Κάσανδρος ἀπολιπὼν στρατηγὸν Λυκίσκον μετὰ τῶν ἱκανῶν στρατιωτῶν τούτῳ μὲν παρήγγειλε βοηθεῖν Ἀκαρνᾶσιν, αὐτὸς δὲ μετὰ δυνάμεως παρελθὼν ἐπὶ Λευκάδος τὴν πόλιν διὰ πρεσβείας προσηγάγετο.
67.6
μετὰ δὲ ταῦτα τὴν ὁρμὴν ἐπὶ τὸν Ἀδρίαν ποιησάμενος Ἀπολλωνίαν ἐξ ἐφόδου παρέλαβεν. εἰς δὲ τὴν Ἰλλυρίδα προελθὼν καὶ διαβὰς τὸν Ἕβρον ποταμὸν παρετάξατο πρὸς Γλαυκίαν τὸν Ἰλλυριῶν βασιλέα.
67.7
περιγενόμενος δὲ τῇ μάχῃ πρὸς μὲν τοῦτον συνθήκας ἐποιήσατο, καθʼ ἃς οὐκ ἐξῆν τῷ Γλαυκίᾳ στρατεύειν ἐπὶ τοὺς Κασάνδρου συμμάχους, τὴν δὲ τῶν Ἐπιδαμνίων πόλιν προσαγαγόμενος καὶ φρουρὰν ἐγκαταστήσας ἐπανῆλθεν εἰς Μακεδονίαν.
68.1
ἀπαλλαγέντος δὲ ἐκ τῆς Αἰτωλίας τοῦ Κασάνδρου συστραφέντες τῶν Αἰτωλῶν εἰς τρισχιλίους καὶ περιχαρακώσαντες Αγρίνιον ἐπολιόρκουν, τῶν δὲ κατοικούντων τὸ χωρίον ὁμολογίας ποιησαμένων ὥστε τὴν μὲν πόλιν παραδοῦναι, τῆς δʼ ἀσφαλείας τυχόντας αὐτοὺς ἀπαλλαγῆναι, οὗτοι μὲν πιστεύοντες ταῖς σπονδαῖς ἀπῄεσαν, οἱ δʼ Αἰτωλοὶ παραβάντες τὰς συνθήκας καὶ καταδιώξαντες τοὺς οὐδὲν ἐλπίζοντας πείσεσθαι δεινὸν πλὴν ὀλίγων πάντας ἀπέσφαξαν.
68.2
ὁ δὲ Κάσανδρος παραγενόμενος εἰς Μακεδονίαν, καὶ πυθόμενος πολεμεῖσθαι τὰς ἐν Καρίᾳ πόλεις ὅσαι συνεμάχουν τοῖς περὶ Πτολεμαῖον καὶ Σέλευκον, ἐξέπεμψε δύναμιν εἰς τὴν Καρίαν, ἅμα μὲν βουλόμενος βοηθεῖν τοῖς συμμάχοις, ἅμα δὲ σπεύδων εἰς περισπασμοὺς ἐμβαλεῖν Ἀντίγονον, ἵνα μὴ σχολὴν ἔχῃ διαβαίνειν εἰς τὴν Εὐρώπην.