Kitap 19
70.3
τοὺς γὰρ πολιτικοὺς ὑπώπτευον ὡς ὄντας οἰκείους τυραννίδος, τοὺς δʼ ἔξωθεν ὑπελάμβανον δικαίως ποιήσεσθαι τὴν τῶν ὅλων ἐπιμέλειαν, ἀναμιμνησκόμενοι τῆς Τιμολέοντος τοῦ Κορινθίου στρατηγίας.
70.4
οἱ δὲ πεμφθέντες ὥς ποθʼ ἧκον εἰς τὴν Λακωνικήν, εὗρον Ἀκρότατον τὸν Κλεομένους τοῦ βασιλέως υἱὸν προσκεκοφότα πολλοῖς τῶν νέων καὶ διὰ τοῦτο ξενικῶν πραγμάτων ὀρεγόμενον.
70.5
τῶν γὰρ Λακεδαιμονίων μετὰ τὴν πρὸς Ἀντίπατρον μάχην ἀπολυόντων τῆς ἀτιμίας τοὺς ἐκ τῆς ἥττης διασωθέντας μόνος ἐνέστη τῷ δόγματι. διόπερ αὐτὸν συνέβη καὶ τῶν ἄλλων οὐκ ὀλίγοις προσκόψαι, μάλιστα δʼ οἷς ἦν τῶν νόμων τὰ πρόστιμα· οὗτοι γὰρ συστραφέντες πληγάς τε ἐνεφόρησαν αὐτῷ καὶ διετέλουν ἐπιβουλεύοντες.
70.6
διὰ ταῦτα δὴ ξενικῆς ἡγεμονίας ἐπιθυμῶν ἀσμένως ὑπήκουσε τοῖς Ἀκραγαντίνοις. τὴν δʼ ἀποδημίαν ποιησάμενος ἄνευ τῆς τῶν ἐφόρων γνώμης ἀνήχθη ναυσὶν ὀλίγαις,
70.7
ὡς διαίρων ἐπʼ Ἀκράγαντος. ἀπενεχθεὶς δʼ ὑπʼ ἀνέμων εἰς τὸν Ἀδρίαν κατῆρε μὲν εἰς τὴν τῶν Ἀπολλωνιατῶν χώραν, καταλαβὼν δὲ τὴν πόλιν πολιορκουμένην ὑπὸ Γλαυκίου τοῦ βασιλέως τῶν Ἰλλυριῶν ἔλυσε τὴν πολιορκίαν, πείσας τὸν βασιλέα συνθήκας ποιήσασθαι πρὸς τοὺς Ἀπολλωνιάτας.
70.8
ἐντεῦθεν δὲ πλεύσας εἰς Τάραντα καὶ παρακαλέσας τὸν δῆμον συνελευθεροῦν Συρακοσίους, ἔπεισε ψηφίσασθαι ναυσὶν εἴκοσι βοηθεῖν· διὰ γὰρ τὴν συγγένειαν καὶ τὸ τῆς οἰκίας σχῆμα προσένεμον τοῖς λόγοις αὐτοῦ πίστιν τε μεγάλην καὶ βάρος.
71.1
τῶν δὲ Ταραντίνων περὶ τὴν παρασκευὴν ὄντων αὐτὸς συνεκπλεύσας εἰς τὸν Ἀκράγαντα παρέλαβε τὴν στρατηγίαν καὶ τὸ μὲν πρῶτον μετεωρήσας τὰ πλήθη μεγάλαις ἐλπίσι παρεστήσατο πάντας προσδοκᾶν σύντομον κατάλυσιν τοῦ τυράννου,
71.2
τοῦ δὲ χρόνου προϊόντος πρᾶξιν μὲν οὐδεμίαν οὔτε τῆς πατρίδος οὔτε τῆς περὶ τὸ γένος ἐπιφανείας ἀξίαν διεπράξατο, τοὐναντίον δὲ φονικὸς ὢν καὶ τῶν τυράννων ὠμότερος προσέκοπτε τοῖς πλήθεσι.
71.3
πρὸς δὲ τούτοις τὴν πάτριον δίαιταν μετέβαλεν καὶ ταῖς ἡδοναῖς ἐνετρύφησεν οὕτως ἀσελγῶς ὥστε Πέρσην εἶναι δοκεῖν καὶ οὐ Σπαρτιάτην.