Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 19

74.6 ἐν ὀλίγαις δʼ ἡμέραις τηλικαῦτα ποιήσας προτερήματα κατεπλήξατο πολλοὺς τῶν Αἰτωλῶν ἐπὶ τοσοῦτον ὥστε τὰς ἀνοχύρους πόλεις ἐκλιπεῖν, εἰς δὲ τὰ δυσβατώτατα τῶν ὀρῶν συμφυγεῖν μετὰ τέκνων καὶ γυναικῶν. καὶ τὰ μὲν περὶ τὴν Ἑλλάδα πραχθέντα τοιοῦτον ἔσχε τὸ τέλος.
75.1 κατὰ δὲ τὴν Ἀσίαν Κάσανδρος ὁ τῆς Καρίας κυριεύων πιεζούμενος τῷ πολέμῳ διελύσατο πρὸς Ἀντίγονον ἐφʼ ᾧ τοὺς μὲν στρατιώτας παραδώσει πάντας Ἀντιγόνῳ, τὰς δʼ Ἑλληνίδας πόλεις αὐτονόμους ἀφήσει, τὴν δὲ σατραπείαν ἣν πρότερον εἶχε δωρεὰν καθέξει,
75.2 βέβαιος ὢν φίλος Ἀντιγόνῳ. δοὺς δὲ περὶ τούτων ὅμηρον Ἀγάθωνα τὸν ἀδελφὸν καὶ μετʼ ὀλίγας ἡμέρας μεταμεληθεὶς ἐπὶ ταῖς συνθήκαις τὸν μὲν ἀδελφὸν ἐξέκλεψεν ἐκ τῆς ὁμηρίας, πρὸς δὲ Πτολεμαῖον καὶ Σέλευκον διαπρεσβευσάμενος ἠξίου βοηθεῖν τὴν ταχίστην.
75.3 ἐφʼ οἷς Ἀντίγονος δεινοπαθήσας δύναμιν ἀπέστειλεν ἐπὶ τὴν ἐλευθέρωσιν τῶν πόλεων καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν, τοῦ μὲν στόλου ναύαρχον ἀποδείξας Μήδιον, τοῦ δὲ στρατοπέδου καταστήσας στρατηγὸν Δόκιμον.
75.4 οὗτοι δὲ παραγενόμενοι πρὸς τὴν πόλιν τῶν Μιλησίων τούς τε πολίτας ἐκάλουν ἐπὶ τὴν ἐλευθερίαν καὶ τὴν φρουρουμένην ἄκραν ἐκπολιορκήσαντες εἰς αὐτονομίαν ἀποκατέστησαν τὸ πολίτευμα.
75.5 περὶ ταῦτα δʼ ὄντων τούτων Ἀντίγονος Τράλλεις ἐξεπολιόρκησεν· εἰς δὲ Καῦνον παρελθὼν καὶ τὸν στόλον μεταπεμψάμενος εἷλε καὶ ταύτην τὴν πόλιν πλὴν τῆς ἄκρας· ταύτην δὲ περιχαρακώσας, καθʼ ὃ μέρος ἦν προσμάχεσθαι, συνεχεῖς προσβολὰς ἐποιεῖτο. ἐπὶ δὲ τὴν Ἰασὸν πόλιν ἐκπεμφθεὶς Πτολεμαῖος μετὰ δυνάμεως ἱκανῆς ἠνάγκασε προσθέσθαι τοῖς περὶ Ἀντίγονον.
75.6 αὗται μὲν οὖν τῆς Καρίας οὖσαι τοῦτον τὸν τρόπον ὑπετάγησαν Ἀντιγόνῳ. μετʼ ὀλίγας δʼ ἡμέρας ἐλθόντων πρὸς αὐτὸν πρεσβευτῶν παρʼ Αἰτωλῶν καὶ Βοιωτῶν πρὸς μὲν τούτους συμμαχίαν συνέθετο, τῷ δὲ Κασάνδρῳ συνελθὼν εἰς λόγους ὑπὲρ εἰρήνης περὶ τὸν Ἑλλήσποντον ἀπῆλθεν ἄπρακτος, οὐ δυναμένων αὐτῶν οὐδαμῶς συμφωνῆσαι. διόπερ ὁ Κάσανδρος ἀπογνοὺς τὰς διαλύσεις διέγνω τῶν κατὰ τὴν Ἑλλάδα πάλιν πραγμάτων ἀντέχεσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi