Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 2

arg. τάδε ἔνεστιν ἐν τῇ δευτέρᾳ τῶν Διοδώρου βίβλων.
arg. περὶ Νίνου τοῦ πρώτου βασιλεύσαντος κατὰ τὴν Ἀσίαν καὶ τῶν ὑπʼ αὐτοῦ πραχθέντων.
arg. περὶ τῆς Σεμιράμιδος γενέσεως καὶ τῆς περὶ αὐτὴν αὐξήσεως.
arg. ὡς Νίνος ὁ βασιλεὺς ἔγημε τὴν Σεμίραμιν διὰ τὴν ἀρετὴν αὐτῆς.
arg. ὡς Σεμίραμις τελευτήσαντος Νίνου διαδεξαμένη τὴν βασιλείαν πολλὰς καὶ μεγάλας πράξεις ἐπετελέσατο.
arg. κτίσις Βαβυλῶνος καὶ τῆς κατʼ αὐτὴν κατασκευῆς ἀπαγγελία.
arg. περὶ τοῦ κρεμαστοῦ λεγομένου κήπου καὶ τῶν ἄλλων τῶν κατὰ τὴν Βαβυλωνίαν παραδόξων.
arg. στρατεία Σεμιράμιδος εἰς Αἴγυπτον καὶ Αἰθιοπίαν, ἔτι δὲ τὴν Ἰνδικήν.
arg. περὶ τῶν ἀπογόνων ταύτης καὶ τῶν βασιλευσάντων κατὰ τὴν Ἀσίαν καὶ τῆς κατʼ αὐτοὺς τρυφῆς τε καὶ ῥᾳθυμίας.
arg. ὡς ἔσχατος Σαρδανάπαλλος ὁ βασιλεὺς διὰ τρυφὴν ἀπέβαλε τὴν ἀρχὴν ὑπὸ Ἀρβάκου τοῦ Μήδου.
arg. περὶ τῶν Χαλδαίων καὶ τῆς παρατηρήσεως τῶν ἄστρων.
arg. περὶ τῶν βασιλέων τῶν κατὰ τὴν Μηδίαν καὶ τῆς περὶ τούτων διαφωνίας παρὰ τοῖς ἱστοριογράφοις.
arg. περὶ τοποθεσίας τῆς Ἰνδικῆς καὶ τῶν κατὰ τὴν χώραν φυομένων καὶ τῶν παρʼ Ἰνδοῖς νομίμων.
arg. περὶ Σκυθῶν καὶ Ἀμαζόνων καὶ Ὑπερβορέων.
arg. περὶ τῆς Ἀραβίας καὶ τῶν κατʼ αὐτὴν φυομένων καὶ μυθολογουμένων.
arg. περὶ τῶν νήσων τῶν ἐν τῇ μεσημβρίᾳ κατὰ τὸν ὠκεανὸν εὑρεθεισῶν.
1.1 ἡ μὲν πρὸ ταύτης βίβλος τῆς ὅλης συντάξεως οὖσα πρώτη περιέχει τὰς κατʼ Αἴγυπτον πράξεις· ἐν αἷς ὑπάρχει τά τε περὶ τῶν θεῶν παρʼ Αἰγυπτίοις μυθολογούμενα καὶ περὶ τῆς τοῦ Νείλου φύσεως καὶ τἄλλα τὰ περὶ τοῦ ποταμοῦ τούτου παραδοξολογούμενα, πρὸς δὲ τούτοις περί τε τῆς κατʼ Αἴγυπτον χώρας καὶ τῶν ἀρχαίων βασιλέων τὰ ὑφʼ ἑκάστου πραχθέντα. ἑξῆς δὲ κατετάχθησαν αἱ κατασκευαὶ τῶν πυραμίδων τῶν ἀναγραφομένων ἐν τοῖς ἑπτὰ θαυμαζομένοις ἔργοις.
1.2 ἔπειτα διήλθομεν περὶ τῶν νόμων καὶ τῶν δικαστηρίων, ἔτι δὲ τῶν ἀφιερωμένων ζῴων παρʼ Αἰγυπτίοις τὰ θαυμαζόμενα, πρὸς δὲ τούτοις τὰ περὶ τῶν τετελευτηκότων νόμιμα, καὶ τῶν Ἑλλήνων ὅσοι τῶν ἐπὶ παιδείᾳ θαυμαζομένων παραβαλόντες εἰς Αἴγυπτον καὶ πολλὰ τῶν χρησίμων μαθόντες μετήνεγκαν εἰς τὴν Ἑλλάδα.
1 / 69 Sonraki →

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi