Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 2

13.5 μετὰ δὲ ταῦτα ἐπʼ Ἐκβατάνων τὴν πορείαν ποιησαμένη παρεγένετο πρὸς ὄρος τὸ Ζαρκαῖον καλούμενον· τοῦτο δʼ ἐπὶ πολλοὺς παρῆκον σταδίους καὶ πλῆρες ὂν κρημνῶν καὶ φαράγγων μακρὰν εἶχε τὴν περίοδον. ἐφιλοτιμεῖτο οὖν ἅμα μὲν μνημεῖον ἀθάνατον ἑαυτῆς ἀπολιπεῖν, ἅμα δὲ σύντομον ποιήσασθαι τὴν ὁδόν· διόπερ τούς τε κρημνοὺς κατακόψασα καὶ τοὺς κοίλους τόπους χώσασα σύντομον καὶ πολυτελῆ κατεσκεύασεν ὁδόν, ἣ μέχρι τοῦ νῦν Σεμιράμιδος καλεῖται.
13.6 παραγενηθεῖσα δʼ εἰς Ἐκβάτανα, πόλιν ἐν πεδίῳ κειμένην, κατεσκεύασεν ἐν αὐτῇ πολυτελῆ βασίλεια καὶ τὴν ἄλλην ἐπιμέλειαν ἐποιήσατο τοῦ τόπου περιττοτέραν. ἀνύδρου γὰρ οὔσης τῆς πόλεως καὶ μηδαμοῦ σύνεγγυς ὑπαρχούσης πηγῆς, ἐποίησεν αὐτὴν πᾶσαν κατάρρυτον, ἐπαγαγοῦσα πλεῖστον καὶ κάλλιστον ὕδωρ μετὰ πολλῆς κακοπαθείας τε καὶ δαπάνης.
13.7 τῶν γὰρ Ἐκβατάνων ὡς δώδεκα σταδίους ἀπέχον ἔστιν ὄρος ὃ καλεῖται μὲν Ὀρόντης, τῇ δὲ τραχύτητι καὶ τῷ πρὸς ὕψος ἀνατείνοντι μεγέθει διάφορον, ὡς ἂν τὴν πρόσβασιν ἔχον ὄρθιον ἕως τῆς ἀκρωρείας σταδίων εἴκοσι πέντε. ἐκ θατέρου δὲ μέρους οὔσης λίμνης μεγάλης εἰς ποταμὸν ἐκβαλλούσης, διέσκαψε τὸ προειρημένον ὄρος κατὰ τὴν ῥίζαν.
13.8 ἦν δʼ ἡ διῶρυξ τὸ μὲν πλάτος ποδῶν πεντεκαίδεκα, τὸ δʼ ὕψος τετταράκοντα· διʼ ἧς ἐπαγαγοῦσα τὸν ἐκ τῆς λίμνης ποταμὸν ἐπλήρωσε τὴν πόλιν ὕδατος. ταῦτα μὲν οὖν ἐποίησεν ἐν τῇ Μηδίᾳ.
14.1 μετὰ δὲ ταῦτα ἐπῆλθε τήν τε Περσίδα καὶ τὴν ἄλλην χώραν ἅπασαν ἧς ἐπῆρχε κατὰ τὴν Ἀσίαν. πανταχοῦ δὲ τὰ μὲν ὄρη καὶ τὰς ἀπορρῶγας πέτρας διακόπτουσα κατεσκεύασεν ὁδοὺς πολυτελεῖς, ἐν δὲ τοῖς πεδίοις ἐποίει χώματα, ποτὲ μὲν τάφους κατασκευάζουσα τοῖς τελευτῶσι τῶν ἡγεμόνων, ποτὲ δὲ πόλεις ἐν τοῖς ἀναστήμασι κατοικίζουσα.
14.2 εἰώθει δὲ καὶ κατὰ τὰς στρατοπεδείας μικρὰ χώματα κατασκευάζειν, ἐφʼ ὧν καθιστᾶσα τὴν ἰδίαν σκηνὴν ἅπασαν κατώπτευε τὴν παρεμβολήν· διὸ καὶ πολλὰ κατὰ τὴν Ἀσίαν μέχρι τοῦ νῦν διαμένει τῶν ὑπʼ ἐκείνης κατασκευασθέντων καὶ καλεῖται Σεμιράμιδος ἔργα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi