Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 2

38.5 ὁ δʼ οὖν Περδίκκας διορθούμενος τὰς ἐλαττώσεις συνήγαγε τοὺς ἡγεμόνας καὶ τοὺς μὲν δωρεαῖς, τοὺς δʼ ἐπαγγελίαις μεγάλαις, πάντας δὲ φιλανθρώποις ὁμιλίαις ἐξιδιοποιησάμενος προετρέψατο πρὸς τοὺς ἐπιφερομένους κινδύνους. παραγγείλας δὲ ἑτοίμους εἶναι πρὸς ἀναζυγὴν ὥρμησε μετὰ τῆς δυνάμεως ἀφʼ ἑσπέρας, οὐδενὶ δηλώσας τὸν τόπον εἰς ὃν διεγνωκὼς ἦν καταντᾶν.
40.1 ὑπακουσάντων δὲ τῶν Ἀθηναίων, οἱ μὲν περὶ τὸν Θεμιστοκλέα πρέσβεις προῆγον εἰς τὴν Σπάρτην, οἱ δὲ Ἀθηναῖοι μετὰ μεγάλης σπουδῆς ᾠκοδόμουν τὰ τείχη, οὔτʼ οἰκίας οὔτε τάφου φειδόμενοι. συνελαμβάνοντο δὲ τῶν ἔργων οἵ τε παῖδες καὶ αἱ γυναῖκες καὶ καθόλου πᾶς ξένος καὶ δοῦλος, οὐδενὸς ἀπολειπομένου τῆς προθυμίας.
42.10 κατὰ δὲ τὴν πλήρωσιν τοῦ Νείλου, τῶν σκοπέλων κατακλυζομένων καὶ παντὸς τοῦ τραχύνοντος τόπου τῷ πλήθει τοῦ ῥεύματος καλυπτομένου, καταπλέουσι μέν τινες κατὰ τοῦ καταράκτου λαμβάνοντες ἐναντίους τοὺς ἀνέμους, ἀναπλεῦσαι δὲ οὐδεὶς δύναται, νικώσης τῆς τοῦ ποταμοῦ βίας πᾶσαν ἐπίνοιαν ἀνθρωπίνην.
38.6 τὴν δὲ νύκτα πᾶσαν ὁδοιπορήσας ἐν τάχει κατεστρατοπέδευσε παρὰ τὸν Νεῖλον πλησίον φρουρίου τινος ὃ προσηγορεύετο Καμήλων τεῖχος. διαφαινούσης δὲ τῆς ἡμέρας διεβίβαζε τὴν δύναμιν ἡγουμένων τῶν ἐλεφάντων, ἐπακολουθούντων δὲ τῶν ὑπασπιστῶν καὶ κλιμακοφόρων καὶ τῶν ἄλλων διʼ ὧν ἔμελλε τὴν τειχομαχίαν ποιεῖσθαι. ἐπὶ πᾶσι δὲ ἐπεβάλοντο οἱ κράτιστοι τῶν ἱππέων, οὓς διενοεῖτο ἐπιπέμπειν τοῖς περὶ τὸν Πτολεμαῖον, ἐὰν τύχωσιν ἐπιφαινόμενοι.
40.2 παραδόξως δὲ τῶν ἔργων ἀνυομένων διά τε τὰς πολυχειρίας καὶ τὰς τῶν ἁπάντων προθυμίας, ὁ μὲν Θεμιστοκλῆς ἀνακληθεὶς ὑπὸ τῶν ἀρχόντων καὶ ἐπιτιμηθεὶς περὶ τῆς τειχοποιίας ἠρνήσατο τὴν οἰκοδομίαν, καὶ παρεκάλεσε τοὺς ἄρχοντας μὴ πιστεύειν κεναῖς φήμαις, ἀλλʼ ἀποστέλλειν πρέσβεις ἀξιοπίστους εἰς τὰς Ἀθήνας· διὰ γὰρ τούτων εἴσεσθαι τἀληθές· καὶ τούτων ἐγγυητὴν ἑαυτὸν παρεδίδου καὶ τοὺς μεθʼ ἑαυτοῦ συμπρεσβεύοντας.
42.11 καταράκται μὲν οὖν εἰσι τοιοῦτοι πλείους, μέγιστος δʼ ὁ πρὸς τοῖς μεθορίοις τῆς Αἰθιοπίας τε καὶ τῆς Αἰγύπτου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi