Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 2

1.3 ἐν ταύτῃ δʼ ἀναγράψομεν τὰς κατὰ τὴν Ἀσίαν γενομένας πράξεις ἐν τοῖς ἀρχαίοις χρόνοις, τὴν ἀρχὴν ἀπὸ τῆς τῶν Ἀσσυρίων ἡγεμονίας ποιησάμενοι.
1.4 τὸ παλαιὸν τοίνυν κατὰ τὴν Ἀσίαν ὑπῆρχον ἐγχώριοι βασιλεῖς, ὧν οὔτε πρᾶξις ἐπίσημος οὔτε ὄνομα μνημονεύεται. πρῶτος δὲ τῶν εἰς ἱστορίαν καὶ μνήμην παραδεδομένων ἡμῖν Νίνος ὁ βασιλεὺς τῶν Ἀσσυρίων μεγάλας πράξεις ἐπετελέσατο· περὶ οὗ τὰ κατὰ μέρος ἀναγράφειν πειρασόμεθα. γενόμενος γὰρ φύσει πολεμικὸς καὶ ζηλωτὴς τῆς ἀρετῆς καθώπλισε τῶν νέων τοὺς κρατίστους· γυμνάσας δʼ αὐτοὺς πλείονα χρόνον συνήθεις ἐποίησε πάσῃ κακοπαθείᾳ καὶ πολεμικοῖς κινδύνοις.
1.5 συστησάμενος οὖν στρατόπεδον ἀξιόλογον συμμαχίαν ἐποιήσατο πρὸς Ἀριαῖον τὸν βασιλέα τῆς Ἀραβίας, ἣ κατʼ ἐκείνους τοὺς χρόνους ἐδόκει πλήθειν ἀλκίμων ἀνδρῶν. ἔστι δὲ καὶ καθόλου τοῦτο τὸ ἔθνος φιλελεύθερον καὶ κατʼ οὐδένα τρόπον προσδεχόμενον ἔπηλυν ἡγεμόνα· διόπερ οὔθʼ οἱ τῶν Περσῶν βασιλεῖς ὕστερον οὔθʼ οἱ τῶν Μακεδόνων, καίπερ πλεῖστον ἰσχύσαντες,
1.6 ἠδυνήθησαν τοῦτο τὸ ἔθνος καταδουλώσασθαι. καθόλου γὰρ ἡ Ἀραβία δυσπολέμητός ἐστι ξενικαῖς δυνάμεσι διὰ τὸ τὴν μὲν ἔρημον αὐτῆς εἶναι, τὴν δὲ ἄνυδρον καὶ διειλημμένην φρέασι κεκρυμμένοις καὶ μόνοις τοῖς ἐγχωρίοις γνωριζομένοις.
1.7 ὁ δʼ οὖν τῶν Ἀσσυρίων βασιλεὺς Νίνος τὸν δυναστεύοντα τῶν Ἀράβων παραλαβὼν ἐστράτευσε μετὰ πολλῆς δυνάμεως ἐπὶ Βαβυλωνίους κατοικοῦντας ὅμορον χώραν· κατʼ ἐκείνους δὲ τοὺς χρόνους ἡ μὲν νῦν οὖσα Βαβυλὼν οὐκ ἦν ἐκτισμένη, κατὰ δὲ τὴν Βαβυλωνίαν ὑπῆρχον ἄλλαι πόλεις ἀξιόλογοι· ῥᾳδίως δὲ χειρωσάμενος τοὺς ἐγχωρίους διὰ τὸ τῶν ἐν τοῖς πολέμοις κινδύνων ἀπείρως ἔχειν, τούτοις μὲν ἔταξε τελεῖν κατʼ ἐνιαυτὸν ὡρισμένους φόρους, τὸν δὲ βασιλέα τῶν καταπολεμηθέντων λαβὼν μετὰ τῶν τέκνων αἰχμάλωτον ἀπέκτεινε.
1.8 μετὰ δὲ ταῦτα πολλοῖς πλήθεσιν εἰς τὴν Ἀρμενίαν ἐμβαλὼν καί τινας τῶν πόλεων ἀναστάτους ποιήσας κατεπλήξατο τοὺς ἐγχωρίους· διόπερ ὁ βασιλεὺς αὐτῶν Βαρζάνης, ὁρῶν αὑτὸν οὐκ ἀξιόμαχον ὄντα, μετὰ πολλῶν δώρων ἀπήντησε καὶ πᾶν ἔφησε ποιήσειν τὸ προσταττόμενον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi