Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 2

38.2 ταύτην δὲ τῷ μὲν σχήματί φασιν ὑπάρχειν θυρεῷ παραπλησίαν, τῷ δὲ μεγέθει πολὺ προέχειν τῶν ἄλλων νήσων τῶν ἐν τούτοις τοῖς τόποις· τὸ μὲν γὰρ μῆκος αὐτῆς εἶναι λέγουσι σταδίων τρισχιλίων, τὸ δὲ πλάτος χιλίων. ἔχειν δʼ αὐτὴν καὶ πόλεις οὐκ ὀλίγας, ὧν ἐπιφανεστάτην ὑπάρχειν τὴν Μερόην.
34.3 ἀκολούθως δὲ τούτῳ καὶ τῶν φίλων τοῦ Πτολεμαίου διαγωνιζομένων τὸ μὲν ἐχόμενον θηρίον κατακοντισθέντος τοῦ κυβερνῶντος αὐτὸ Ἰνδοῦ παντελῶς ἄχρηστον ἐγένετο.
36.5 ἅμα δὲ τούτοις πραττομένοις Ῥωμαίοις πρὸς Αἰκολανοὺς καὶ τοὺς τὸ Τοῦσκλον κατοικοῦντας συνέστη πόλεμος, καὶ πρὸς μὲν Αἰκολανοὺς μάχην συνάψαντες ἐνίκησαν καὶ πολλοὺς τῶν πολεμίων ἀνεῖλον, μετὰ δὲ ταῦτα τὸ Τοῦσκλον ἐξεπολιόρκησαν καὶ τὴν τῶν Αἰκολανῶν πόλιν ἐχειρώσαντο.
38.3 παρήκειν δὲ τῆς νήσου τὸν περικλυζόμενον πάντα τόπον ἀπὸ μὲν τῆς Λιβύης θῖνας ἔχοντας ἅμμου μέγεθος ἀέριον, ἀπὸ δὲ τῆς Ἀραβίας κρημνοὺς κατερρωγότας. ὑπάρχειν δʼ ἐν αὐτῇ καὶ μέταλλα χρυσοῦ τε καὶ ἀργύρου καὶ σιδήρου καὶ χαλκοῦ· πρὸς δὲ τούτοις ἔχειν πλῆθος ἐβένου, λίθων τε πολυτελῶν γένη παντοδαπά.
34.4 ἐπὶ πολὺν δὲ χρόνον τῆς τειχομαχίας συνεστώσης οἱ μὲν περὶ τὸν Περδίκκαν ἐκ διαδοχῆς προσβάλλοντες πᾶσαν σπουδὴν εἰσεφέροντο κατὰ κράτος ἑλεῖν τὸ χωρίον, ὁ δὲ Πτολεμαῖος, αὐτὸς ἀριστεύων καὶ τοὺς φίλους παρακαλῶν ἐνδείξασθαι τὴν εὔνοιαν ἅμα καὶ τὴν ἀρετήν, ἡρωικοὺς ἀγῶνας συνεστήσατο.
41.1 τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦν ἄρχων Ἀδείμαντος, ἐν Ῥώμῃ δὲ κατεστάθησαν ὕπατοι Μάρκος Φάβιος Οὐιβλανὸς καὶ Λεύκιος Οὐαλέριος Πόπλιος. ἐπὶ δὲ τούτων Θεμιστοκλῆς διὰ τὴν στρατηγίαν καὶ ἀγχίνοιαν ἀποδοχῆς ἔτυχεν οὐ μόνον παρὰ τοῖς πολίταις, ἀλλὰ καὶ παρὰ πᾶσι τοῖς Ἕλλησι.
43.4 καθόλου δὲ τοσαύτας νήσους ποιεῖν τὸν ποταμὸν ὥστε τοὺς ἀκούοντας μὴ ῥᾳδίως πιστεῦσαι· χωρὶς γὰρ τῶν περικλυζομένων τόπων ἐν τῷ καλουμένῳ Δέλτα τὰς ἄλλας εἶναι νήσους πλείους τῶν ἑπτακοσίων, ὧν τὰς μὲν ὑπὸ Αἰθιόπων ἐπαντλουμένας γεωργεῖσθαι κέγχρῳ, τὰς δὲ πλήρεις ὑπάρχειν ὄφεων καὶ κυνοκεφάλων καὶ ἄλλων θηρίων παντοδαπῶν, καὶ διὰ τοῦτο ἀπροσίτους εἶναι τοῖς ἀνθρώποις.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi