Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 2

26.6 μετὰ δὲ ταῦτα ὁ μὲν βασιλεὺς Γαλαιμένην τὸν ἀδελφὸν τῆς γυναικὸς ἀποδείξας στρατηγόν, αὐτὸς τῶν κατὰ τὴν πόλιν ἐπιμέλειαν ἐποιεῖτο· οἱ δʼ ἀποστάται κατὰ τὸ πεδίον τὸ πρὸ τῆς πόλεως παραταξάμενοι δυσὶ μάχαις ἐνίκησαν τοὺς Ἀσσυρίους, καὶ τόν τε Γαλαιμένην ἀνεῖλον καὶ τῶν ἀντιταξαμένων τοὺς μὲν ἐν τῇ φυγῇ κατέσφαξαν, τοὺς δʼ ἀποκλεισθέντας τῆς εἰς τὴν πόλιν ἐπανόδου καὶ συναναγκασθέντας ἑαυτοὺς ῥιπτεῖν εἰς τὸν Εὐφράτην ποταμὸν πλὴν ὀλίγων ἅπαντας ἀνεῖλον.
26.7 τοσοῦτο δὲ πλῆθος ἦν τῶν φονευθέντων ὥστε τὸ φερόμενον ῥεῦμα κραθὲν αἵματι τὴν χρόαν ἐφʼ ἱκανὸν τόπον μεταβαλεῖν. ἔπειτα τοῦ βασιλέως συγκλεισθέντος εἰς πολιορκίαν πολλὰ τῶν ἐθνῶν ἀφίστατο, ἑκάστου πρὸς τὴν ἐλευθερίαν αὐτομολοῦντος.
26.8 ὁ δὲ Σαρδανάπαλλος ὁρῶν τὴν ὅλην βασιλείαν ἐν τοῖς μεγίστοις οὖσαν κινδύνοις, τοὺς μὲν υἱοὺς τρεῖς ὄντας καὶ θυγατέρας δύο μετὰ πολλῶν χρημάτων εἰς Παφλαγονίαν ἀπέστειλε πρὸς Κότταν τὸν ἔπαρχον, ὄντα τῶν ἀρχομένων εὐνούστατον, αὐτὸς δὲ βιβλιαφόρους ἀποστείλας πρὸς ἅπαντας τοὺς ὑπʼ αὐτὸν τεταγμένους μετεπέμπετο δυνάμεις καὶ τὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζετο.
26.9 ἦν δʼ αὐτῷ λόγιον παραδεδομένον ἐκ προγόνων ὅτι τὴν Νίνον οὐδεὶς ἑλεῖ κατὰ κράτος, ἐὰν μὴ πρότερον ὁ ποταμὸς τῇ πόλει γένηται πολέμιος. ὑπολαμβάνων οὖν τοῦτο μηδέποτε ἔσεσθαι, ταῖς ἐλπίσι ἀντεῖχε, διανοούμενος ὑπομένειν τὴν πολιορκίαν καὶ τὰ παρὰ τῶν ὑποτεταγμένων ἀποσταλησόμενα στρατόπεδα προσδέχεσθαι.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi