Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 2

41.4 ἕβδομον δʼ ἐστὶ μέρος τὸ βουλεῦον μὲν καὶ συνεδρεῦον τοῖς ὑπὲρ τῶν κοινῶν βουλευομένοις, πλήθει μὲν ἐλάχιστον, εὐγενείᾳ δὲ καὶ φρονήσει μάλιστα θαυμαζόμενον· ἐκ τούτων γὰρ οἵ τε σύμβουλοι τοῖς βασιλεῦσίν εἰσιν οἵ τε διοικηταὶ τῶν κοινῶν καὶ οἱ δικασταὶ τῶν ἀμφισβητουμένων, καὶ καθόλου τοὺς ἡγεμόνας καὶ τοὺς ἄρχοντας ἐκ τούτων ἔχουσι.
41.5 τὰ μὲν οὖν μέρη τῆς διῃρημένης πολιτείας παρʼ Ἰνδοῖς σχεδὸν ταῦτʼ ἔστιν· οὐκ ἔξεστι δὲ γαμεῖν ἐξ ἄλλου γένους ἢ προαιρέσεις ἢ τέχνας μεταχειρίζεσθαι, οἷον στρατιώτην ὄντα γεωργεῖν ἢ τεχνίτην ὄντα φιλοσοφεῖν.
42.1 ἔχει δʼ ἡ τῶν Ἰνδῶν χώρα πλείστους καὶ μεγίστους ἐλέφαντας, ἀλκῇ τε καὶ μεγέθει πολὺ διαφέροντας. ὀχεύεται δὲ τοῦτο τὸ ζῷον οὐχ ὥσπερ τινές φασιν, ἐξηλλαγμένως, ἀλλʼ ὁμοίως ἵπποις καὶ τοῖς ἄλλοις τετράποσι ζῴοις· κυοῦσι δὲ τοὺς μὲν ἐλαχίστους μῆνας ἑκκαίδεκα, τοὺς δὲ πλείστους ὀκτωκαίδεκα.
42.2 τίκτουσι δὲ καθάπερ ἵπποι κατὰ τὸ πλεῖστον ἕν, καὶ τρέφουσι τὸ γεννηθὲν αἱ μητέρες ἐπʼ ἔτη ἕξ. ζῶσι δʼ οἱ πλεῖστοι καθάπερ ὁ μακροβιώτατος ἄνθρωπος, οἱ δὲ μάλιστα γηράσαντες ἔτη διακόσια.
42.3 εἰσὶ δὲ παρʼ Ἰνδοῖς καὶ ἐπὶ τοὺς ξένους ἄρχοντες τεταγμένοι καὶ φροντίζοντες ὅπως μηδεὶς ξένος ἀδικῆται· τοῖς δʼ ἀρρωστοῦσι τῶν ξένων ἰατροὺς εἰσάγουσι καὶ τὴν ἄλλην ἐπιμέλειαν ποιοῦνται, καὶ τελευτήσαντας θάπτουσιν, ἔτι δὲ τὰ καταλειφθέντα χρήματα τοῖς προσήκουσιν ἀποδιδόασιν.
42.4 οἵ τε δικασταὶ τὰς κρίσεις παρʼ αὐτοῖς ἀκριβῶς διαγινώσκουσι, καὶ πικρῶς τοῖς ἁμαρτάνουσι προσφέρονται. περὶ μὲν οὖν τῆς Ἰνδικῆς καὶ τῶν κατʼ αὐτὴν ἀρχαιολογουμένων ἀρκεσθησόμεθα τοῖς ῥηθεῖσιν.
43.1 περὶ δὲ τῶν Σκυθῶν τῶν οἰκούντων τὴν ὅμορον χώραν ἐν μέρει διέξιμεν. οὗτοι γὰρ τὸ μὲν ἐξ ἀρχῆς ὀλίγην ἐνέμοντο χώραν, ὕστερον δὲ κατʼ ὀλίγον αὐξηθέντες διὰ τὰς ἀλκὰς καὶ τὴν ἀνδρείαν πολλὴν μὲν κατεκτήσαντο χώραν, τὸ δʼ ἔθνος εἰς μεγάλην ἡγεμονίαν καὶ δόξαν προήγαγον.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi