Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 2

6.5 πολυχρονίου δὲ τῆς πολιορκίας γινομένης, ὁ τῆς Σεμιράμιδος ἀνήρ, ἐρωτικῶς ἔχων πρὸς τὴν γυναῖκα καὶ συστρατευόμενος τῷ βασιλεῖ, μετεπέμψατο τὴν ἄνθρωπον. ἡ δὲ συνέσει καὶ τόλμῃ καὶ τοῖς ἄλλοις τοῖς πρὸς ἐπιφάνειαν συντείνουσι κεχορηγημένη καιρὸν ἔλαβεν ἐπιδείξασθαι τὴν ἰδίαν ἀρετήν.
6.6 πρῶτον μὲν οὖν πολλῶν ἡμερῶν ὁδὸν μέλλουσα διαπορεύεσθαι στολὴν ἐπραγματεύσατο διʼ ἧς οὐκ ἦν διαγνῶναι τὸν περιβεβλημένον πότερον ἀνήρ ἐστιν ἢ γυνή. αὕτη δʼ ἦν εὔχρηστος αὐτῇ πρός τε τὰς ἐν τοῖς καύμασιν ὁδοιπορίας εἰς τὸ διατηρῆσαι τὸν τοῦ σώματος χρῶτα καὶ πρὸς τὰς ἐν τῷ πράττειν ὃ βούλοιτο χρείας, εὐκίνητος οὖσα καὶ νεανική, καὶ τὸ σύνολον τοσαύτη τις ἐπῆν αὐτῇ χάρις ὥσθʼ ὕστερον Μήδους ἡγησαμένους τῆς Ἀσίας φορεῖν τὴν Σεμιράμιδος στολήν, καὶ μετὰ ταῦθʼ ὁμοίως Πέρσας.
6.7 παραγενομένη δʼ εἰς τὴν Βακτριανὴν καὶ κατασκεψαμένη τὰ περὶ τὴν πολιορκίαν, ἑώρα κατὰ μὲν τὰ πεδία καὶ τοὺς εὐεφόδους τῶν τόπων προσβολὰς γινομένας, πρὸς δὲ τὴν ἀκρόπολιν οὐδένα προσιόντα διὰ τὴν ὀχυρότητα, καὶ τοὺς ἔνδον ἀπολελοιπότας τὰς ἐνταῦθα φυλακὰς καὶ παραβοηθοῦντας τοῖς ἐπὶ τῶν κάτω τειχῶν κινδυνεύουσι.
6.8 διόπερ παραλαβοῦσα τῶν στρατιωτῶν τοὺς πετροβατεῖν εἰωθότας, καὶ μετὰ τούτων διά τινος χαλεπῆς φάραγγος προσαναβᾶσα, κατελάβετο μέρος τῆς ἀκροπόλεως καὶ τοῖς πολιορκοῦσι τὸ κατὰ τὸ πεδίον τεῖχος ἐσήμηνεν. οἱ δʼ ἔνδον ἐπὶ τῇ καταλήψει τῆς ἄκρας καταπλαγέντες ἐξέλιπον τὰ τείχη καὶ τὴν σωτηρίαν ἀπέγνωσαν.
6.9 τοῦτον δὲ τὸν τρόπον ἁλούσης τῆς πόλεως ὁ βασιλεὺς θαυμάσας τὴν ἀρετὴν τῆς γυναικὸς τὸ μὲν πρῶτον μεγάλαις δωρεαῖς αὐτὴν ἐτίμησε, μετὰ δὲ ταῦτα διὰ τὸ κάλλος τῆς ἀνθρώπου σχὼν ἐρωτικῶς ἐπεχείρησε τὸν ἄνδρα πείθειν ἑκουσίως αὐτῷ παραχωρῆσαι, ἐπαγγειλάμενος ἀντὶ ταύτης τῆς χάριτος αὐτῷ συνοικιεῖν τὴν ἰδίαν θυγατέρα Σωσάνην.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi