Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

113.3 ἅμα δὲ τούτοις πραττομένοις οἱ τῶν παρὰ Λυσιμάχῳ στρατιωτῶν αὐτομολήσαντες ἐκ τῆς χειμασίας παρʼ Ἀντίγονον Αὐταριάται μὲν δισχίλιοι, Λύκιοι δὲ καὶ Παμφύλιοι περὶ ὀκτακοσίους. τούτοις μὲν οὖν Ἀντίγονος φιλανθρώπως προσενεχθεὶς τούς τε μισθοὺς ἔδωκεν, οὓς ἔφασαν ὀφείλεσθαι παρὰ Λυσιμάχου, καὶ δωρεαῖς ἐτίμησε.
113.4 καθʼ ὃν δὴ χρόνον ἦλθε καὶ Σέλευκος ἐκ τῶν ἄνω σατραπειῶν διαβεβηκὼς εἰς Καππαδοκίαν μετὰ πολλῆς δυνάμεως καὶ κατασκευάσας στεγνὰ τοῖς στρατιώταις παρεχείμαζεν. εἶχε δὲ πεζοὺς μὲν εἰς δισμυρίους, ἱππεῖς δὲ σὺν τοῖς ἱπποτοξόταις περὶ μυρίους δισχιλίους, ἐλέφαντας δὲ ὀγδοήκοντα πρὸς τοῖς τετρακοσίοις, ἅρματα δὲ δρεπανηφόρα πλείω τῶν ἑκατόν.
113.5 αἱ μὲν οὖν τῶν βασιλέων δυνάμεις τοῦτον τὸν τρόπον ἠθροίζοντο, κεκρικότων ἁπάντων κατὰ τὴν ἐπιοῦσαν θερίαν διὰ τῶν ὅπλων κρῖναι τὸν πόλεμον. ἡμεῖς δέ, καθάπερ ἐν ἀρχῇ προεθέμεθα, τὸν γενόμενον τούτοις τοῖς βασιλεῦσι πρὸς ἀλλήλους πόλεμον περὶ τῶν ὅλων πράξεων ἀρχὴν ποιησόμεθα τῆς ἑπομένης βίβλου.
← Önceki 110 / 110

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi