Kitap 20
23.7
ὃν ἰδὼν ὁ Σάτυρος κινδυνεύοντα ταχέως παρεβοήθει καὶ τὴν ἐπιφορὰν τῶν πολεμίων ὑποστὰς ἐτρώθη λόγχῃ διὰ τοῦ βραχίονος καὶ κακῶς ἀπαλλάττων ὑπὸ τοῦ τραύματος ἐπανῆλθεν εἰς τὴν παρεμβολὴν καὶ νυκτὸς ἐπιγενομένης ἐξέλιπε τὸν βίον, ἐννέα μόνον μῆνας βασιλεύσας μετὰ τὴν τοῦ πατρὸς τελευτὴν Παρυσάδου.
23.8
Μενίσκος δʼ ὁ τῶν μισθοφόρων ἡγεμὼν λύσας τὴν πολιορκίαν ἀπήγαγε τὴν δύναμιν εἰς Γάργαζαν πόλιν κἀκεῖθεν τὸ τοῦ βασιλέως σῶμα διὰ τοῦ ποταμοῦ διεκόμισεν εἰς Παντικάπαιον πρὸς τὸν ἀδελφὸν Πρύτανιν.
24.1
ὃς ταφὴν συντελέσας μεγαλοπρεπῆ καὶ καταθέμενος εἰς τὰς βασιλικὰς θήκας τὸ σῶμα ταχέως ἧκεν εἰς Γάργαζαν καὶ τὴν δύναμιν ἅμα καὶ τὴν δυναστείαν παρέλαβεν. Εὐμήλου δὲ διαπρεσβευομένου περὶ μέρους τῆς βασιλείας τούτῳ μὲν οὐ προσεῖχεν, ἐν δὲ Γαργάζῃ φρουρὰν ἀπολιπὼν ἐπανῆλθεν εἰς Παντικάπαιον, ἀσφαλισόμενος τὰ κατὰ τὴν βασιλείαν. καθʼ ὃν δὴ χρόνον Εὔμηλος, συναγωνισαμένων αὐτῷ τῶν βαρβάρων, τήν τε Γάργαζαν κατελάβετο καὶ τῶν ἄλλων πολισμάτων καὶ χωρίων οὐκ ὀλίγα.
24.2
ἐπιστρατεύσαντος δὲ τοῦ Πρυτάνιδος μάχῃ τε ἐνίκησε τὸν ἀδελφὸν καὶ συγκλείσας εἰς τὸν ἰσθμὸν τὸν πλησίον τῆς Μαιώτιδος λίμνης συνηνάγκασεν ὁμολογίας θέσθαι, καθʼ ἃς τούς τε στρατιώτας παρέδωκε καὶ τῆς βασιλείας ἐκχωρεῖν ὡμολόγησεν. ὡς δὲ παρεγένετο εἰς Παντικάπαιον, ἐν ᾧ τὸ βασίλειον ἦν ἀεὶ τῶν ἐν Βοσπόρῳ βασιλευσάντων, ἐπεχείρησε μὲν πάλιν ἀνακτᾶσθαι τὴν βασιλείαν, κατισχυθεὶς δὲ καὶ φυγὼν εἰς τοὺς καλουμένους Κήπους ἀνῃρέθη.
24.3
Εὔμηλος δὲ μετὰ τὸν τῶν ἀδελφῶν θάνατον βουλόμενος ἀσφαλῶς θέσθαι τὰ κατὰ τὴν ἀρχὴν ἀνεῖλε τούς τε φίλους τῶν περὶ τὸν Σάτυρον καὶ Πρύτανιν, ἔτι δὲ τὰς γυναῖκας καὶ τὰ τέκνα. μόνος δὲ διέφυγεν αὐτὸν ὁ παῖς ὁ Σατύρου Παρυσάδης, νέος ὢν παντελῶς τὴν ἡλικίαν· ἐξιππεύσας γὰρ ἐκ τῆς πόλεως κατέφυγε πρὸς Ἄγαρον τὸν βασιλέα τῶν Σκυδῶν.