Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

25.4 ἐκ γὰρ τῆς Σινδικῆς ἐπανιὼν εἰς τὴν οἰκείαν καὶ σπεύδων πρός τινα θυσίαν ἤλαυνε μὲν ἐπί τινος τεθρίππου πρὸς τὰ βασίλεια, τοῦ δʼ ἅρματος ὄντος τετρακύκλου καὶ σκηνὴν ἔχοντος συνέβη τοὺς ἵππους διαταραχθέντας ἐξενεγκεῖν αὐτόν. τοῦ γὰρ ἡνιόχου μὴ δυναμένου κρατῆσαι τῶν ἡνιῶν, φοβηθεὶς μὴ κατενεχθῇ πρὸς τὰς φάραγγας, ἐπεχείρησεν ἀφάλλεσθαι· ἐμπλακέντος δὲ τοῦ ξίφους εἰς τὸν τροχόν συνεφειλκύσθη τῇ φορᾷ καὶ παραχρῆμα ἐτελεύτησεν.
26.1 περὶ δὲ τῆς τῶν ἀδελφῶν τελευτῆς Εὐμήλου τε καὶ Σατύρου παραδέδονται χρησμοί, μικρὸν μὲν ἠλιθιώτεροι, πιστευόμενοι δὲ παρὰ τοῖς ἐγχωρίοις. τῷ μὲν γὰρ Σατύρῳ λέγουσι χρῆσαι τὸν θεὸν φυλάξασθαι τὸν μῦν μήποτʼ αὐτὸν ἀνέλῃ. διόπερ οὔτε δοῦλον οὔτʼ ἐλεύθερον τῶν τεταγμένων ὑφʼ ἑαυτὸν εἴα τοῦτʼ ἔχειν τοὔνομα· ἔπειτα δὲ τοὺς ἐν ταῖς οἰκίαις καὶ ταῖς ἀρούραις ἐφοβεῖτο μῦς καὶ τοῖς παισὶν ἀεὶ συνέταττε τούτους ἀποκτείνειν καὶ τὰς κοίτας ἐμπλάττειν. πάντα δʼ ἐνδεχομένως αὐτοῦ ποιοῦντος οἷς ᾤετο κατισχύσειν τὸ πεπρωμένον, κατέστρεψε τὸν βίον πληγεὶς τοῦ βραχίονος εἰς τὸν μῦν.
26.2 τῷ δʼ Εὐμήλῳ χρησμὸς ἦν τὴν φερομένην οἰκίαν φυλάξασθαι. ὅθεν πάλιν οὗτος εἰς οἰκίαν οὐκ εἰσῄει προχείρως μὴ προδιερευνησάντων τῶν παίδων τὴν ὀροφὴν καὶ τὰ θεμέλια. τελευτήσαντος δὲ αὐτοῦ διὰ τὴν ὀχουμένην ἐπὶ τοῦ τεθρίππου σκηνὴν ἕκαστος ὑπελάμβανε τετελέσθαι τὸν χρησμόν. καὶ περὶ μὲν τῶν ἐν τῷ Βοσπόρῳ πραχθέντων ἅλις ἡμῖν ἐχέτω.
26.3 κατὰ δὲ τὴν Ἰταλίαν οἱ τῶν Ῥωμαίων ὕπατοι μετὰ δυνάμεως ἐμβαλόντες εἰς τὴν Ἰταλίαν ἐνίκησαν μάχῃ Σαμνίτας περὶ τὸ καλούμενον Τάλιον. τῶν δʼ ἡττηθέντων καταλαμβανομένων τὸν Ἱερὸν λόφον ὀνομαζόμενον τότε μὲν τῆς νυκτὸς ἐπιλαβούσης οἱ Ῥωμαῖοι πρὸς τὴν ἰδίαν στρατοπεδείαν ἀπεχώρησαν, τῇ δʼ ὑστεραίᾳ πάλιν μάχης γενομένης πολλοὶ μὲν ἀνῃρέθησαν τῶν Σαμνιτῶν, αἰχμάλωτοι δʼ ἐλήφθησαν ὑπὲρ τοὺς δισχιλίους καὶ διακοσίους.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi