Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

32.3 ἅμα δὲ τούτοις πραττομένοις Συρακόσιοι πιεζούμενοι τῇ σιτοδείᾳ καὶ πυνθανόμενοι σιτηγὰ πλοῖα μέλλοντα ποιεῖσθαι πλοῦν ἐπὶ Συρακούσσας ἐπλήρουν τριήρεις εἴκοσι, τηρήσαντες δὲ τοὺς ἐφορμεῖν εἰωθότας βαρβάρους ἀφυλάκτους ὄντας ἔλαθον ἐκπλεύσαντες καὶ παρακομισθέντες εἰς τοὺς Μεγαρεῖς ἐπετήρουν τὸν τῶν ἐμπόρων κατάπλουν.
32.4 μετὰ δὲ ταῦτα τῶν Καρχηδονίων τριάκοντα ναυσὶν ἐκπλευσάντων ἐπʼ αὐτοὺς τὸ μὲν πρῶτον ἐπεβάλοντο ναυμαχεῖν, ταχὺ δὲ πρὸς τὴν γῆν ἐκδιωχθέντες ἐξεκολύμβησαν πρός τινα ναὸν Ἥρας.
32.5 γενομένης οὖν μάχης περὶ τῶν σκαφῶν καὶ τῶν Καρχηδονίων ἐπιβαλλόντων σιδηρᾶς χεῖρας καὶ βιαιότερον ἀποσπώντων ἀπὸ τῆς γῆς δέκα μὲν τριήρεις ἑάλωσαν, τὰς δʼ ἄλλας ἐκ τῆς πόλεως ἐπιβοηθήσαντές τινες διέσωσαν. καὶ τὰ μὲν περὶ Σικελίαν ἐν τούτοις ἦν.
33.1 περὶ δὲ τὴν Λιβύην Ἀγαθοκλῆς, ἐπειδὴ κατέπλευσαν οἱ τὴν Ἀμίλκα κεφαλὴν κομίζοντες, ἀναλαβὼν ταύτην καὶ παριππεύσας πλησίον τῆς παρεμβολῆς τῶν πολεμίων εἰς φωνῆς ἀκοὴν ἔδειξε τοῖς πολεμίοις καὶ τὴν τῶν στρατοπέδων ἧτταν διεσάφησεν.
33.2 οἱ δὲ Καρχηδόνιοι περιαλγεῖς γενόμενοι καὶ βαρβαρικῶς προσκυνήσαντες συμφορὰν ἑαυτῶν ἐποιοῦντο τὸν τοῦ βασιλέως θάνατον καὶ πρὸς τὸν ὅλον πόλεμον ἄθυμοι καθειστήκεισαν. οἱ δὲ περὶ τὸν Ἀγαθοκλέα τοῖς περὶ Λιβύην προτερήμασιν ἐπαρθέντες τηλικούτων εὐτυχημάτων προσγενομένων μετέωροι ταῖς ἐλπίσιν ἐγενήθησαν, ὡς ἀπηλλαγμένοι τῶν δεινῶν.
33.3 οὐ μὴν ἡ τύχη γε εἴασε τὴν εὔροιαν μένειν ἐπὶ τῆς αὐτῆς τάξεως, ἀλλʼ ἐκ τῶν ἰδίων στρατιωτῶν τῷ δυνάστῃ τοὺς μεγίστους ἐπήνεγκε κινδύνους. Λυκίσκος γάρ τις τῶν ἐφʼ ἡγεμονίᾳ τεταγμένων, παραληφθεὶς ὑπʼ Ἀγαθοκλέους ἐπὶ τὸ δεῖπνον, οἰνωθεὶς ἐβλασφήμει τὸν δυνάστην.
33.4 ὁ μὲν οὖν Ἀγαθοκλῆς διὰ τὰς ἐν τῷ πολέμῳ χρείας ἀποδεχόμενος τὸν ἄνδρα τῇ παιδιᾷ τὰ πρὸς πικρίαν λεγόμενα διέσυρεν· ὁ δʼ υἱὸς Ἀρχάγαθος χαλεπῶς φέρων ἐπετίμα τε καὶ διηπειλεῖτο.
33.5 διαλυθέντος δὲ τοῦ πότου καὶ πρὸς τὴν σκηνὴν ἀπιόντων ἐλοιδόρησεν ὁ Λυκίσκος τὸν Ἀρχάγαθον εἰς τὴν τῆς μητρυιᾶς μοιχείαν· ἐδόκει γὰρ ἔχειν λάθρᾳ τοῦ πατρὸς τὴν Ἀλκίαν·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi