Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

83.4 οὐ παραλειπτέον δʼ ἡμῖν περὶ τῶν παρὰ τοῖς Τενεδίοις μυθολογουμένων περὶ τοῦ κτίσαντος τὴν πόλιν Τέννου· Κύκνον γάρ φασι τὸν πατέρα πιστεύσαντα γυναικὸς διαβολαῖς ἀδίκοις τὸν υἱὸν Τέννην εἰς λάρνακα θέντα καταποντίσαι· ταύτην δʼ ὑπὸ τοῦ κλύδωνος φερομένην προσενεχθῆναι τῇ Τενέδῳ, καὶ τὸν Τέννην παραδόξως σωθέντα θεῶν τινος προνοίᾳ τῆς νήσου βασιλεῦσαι, καὶ γενόμενον ἐπιφανῆ διὰ τὴν δικαιοσύνην καὶ τὰς ἄλλας ἀρετὰς τυχεῖν ἀθανάτων τιμῶν. κατὰ δὲ τὰς τῆς μητρυιᾶς διαβολὰς αὐλητοῦ τινος ψευδῶς καταμαρτυρήσαντος, νόμιμον ἔθεντο μηδένα αὐλητὴν εἰς τὸ τέμενος εἰσιέναι.
10.1 Ἀρταξέρξης δὲ καταλύσας τὸν πρὸς Καδουσίους πόλεμον προέθηκε κρίσιν Τιριβάζῳ, καὶ δικαστὰς τρεῖς ἀπέδωκε τῶν μάλιστα εὐδοκιμούντων παρὰ τοῖς Πέρσαις. κατὰ τούτους δὲ τοὺς χρόνους ἕτεροι δικασταὶ δόξαντες κακῶς κρίνειν ζῶντες ἐξεδάρησαν, καὶ ὑπὲρ τῶν δικαστικῶν δίφρων περιταθέντων τῶν δερμάτων ἐπὶ τούτων ἐδίκαζον οἱ δικασταί, παρʼ ὀφθαλμοὺς ἔχοντες παράδειγμα τῆς ἐν τῷ κακῶς κρίνειν τιμωρίας.
34.5 κατὰ δὲ τοὺς Τρωικοὺς χρόνους Ἀχιλλέως τὸν Τέννην ἀνελόντος καθʼ ὃν καιρὸν ἐπόρθησαν οἱ Ἕλληνες τὴν Τένεδον, νόμον ἔθεσαν οἱ Τενέδιοι μηδένα ἐξεῖναι ἐν τῷ τεμένει τοῦ κτίστου ὀνομάσαι Ἀχιλλέα. περὶ μὲν οὖν τῆς Τενέδου καὶ τῶν ἐν αὐτῇ τὸ παλαιὸν οἰκησάντων τοιαῦτα μυθολογοῦσιν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi