Kitap 20
13.5
ἐκ ταύτης οὖν ὁρμώμενος Διονύσιος σχολὴν ἄγων κατεσκεύασε νεώρια διακοσίαις τριήρεσι, καὶ τεῖχος περιέβαλε τῇ πόλει τηλικοῦτο τὸ μέγεθος, ὥστε τῇ πόλει γενέσθαι τὸν περίβολον μέγιστον τῶν Ἑλληνίδων πόλεων. κατεσκεύασε δὲ καὶ γυμνάσια μεγάλα παρὰ τὸν Ἄναπον ποταμόν, θεῶν τε ναοὺς κατεσκεύασε καὶ τἄλλα τὰ συντείνοντα πρὸς αὔξησιν πόλεως καὶ δόξαν.
67.1
τοῦ δʼ ἐνιαυσίου χρόνου διεληλυθότος Ἀθήνησι μὲν ἦρχε Διοτρέφης, ἐν Ῥώμῃ δʼ ὕπατοι κατεστάθησαν Λεύκιος Οὐαλέριος καὶ Αὖλος Μάλλιος, παρὰ δʼ Ἠλείοις Ὀλυμπιὰς ἤχθη ἐνενηκοστὴ ἐνάτη, καθʼ ἣν ἐνίκα στάδιον Δίκων Συρακόσιος. ἐπὶ δὲ τούτων Πάριοι μὲν τὴν Φάρον οἰκίσαντες τοὺς τε προενοικοῦντας βαρβάρους ἔν τινι χωρίῳ καθʼ ὑπερβολὴν ὀχυρῷ ὄντι εἴασαν κατοικεῖν ἀσινεῖς, αὐτοὶδὲ παρὰ θάλατταν κτίσαντες πόλιν ἐτείχισαν.
67.2
μετὰ δὲ ταῦτα τῶν προοικούντων ἐν τῇ νήσῳ βαρβάρων δυσχεραινόντων ἐπὶ τῇ παρουσίᾳ τῶν Ἑλλήνων, καὶ μεταπεμπομένων τοὺς πέραν κατοικοῦντας Ἰλλυριούς, μικροῖς πλοίοις πολλοῖς διέβησαν εἰς τὴν Φάρον, ὄντες ὑπὲρ τοὺς μυρίους, καὶ τοὺς Ἕλληνας πορθοῦντες πολλοὺς ἀνῄρουν. ὁ δʼ ἐν τῇ Λίσσῳ καθεσταμένος ἔπαρχος ὑπὸ Διονυσίου τριήρεις πλείους ἔχων ἐπέπλευσε τοῖς τῶν Ἰλλυριῶν πλοιαρίοις, καὶ τὰ μὲν βυθίσας, τὰ δὲ χειρωσάμενος, ἀπέκτεινε τῶν βαρβάρων πλείους τῶν πεντακισχιλίων, ἐζώγρησε δὲ περὶ δισχιλίους.