Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

32.2 οὗτος μὲν οὖν παραγενόμενος εἰς πόλιν Θεσπιάς, φρουρουμένην ὑπὸ Λακεδαιμονίων, πλησίον ταύτης κατεστρατοπέδευσε, καὶ τοὺς στρατιώτας ἐφʼ ἡμέρας τινὰς ἀνελάμβανεν ἐκ τῆς κακοπαθείας. Ἀθηναῖοι δὲ πυθόμενοι τὴν τῶν Λακεδαιμονίων παρουσίαν εἰς τὴν Βοιωτίαν, εὐθὺς ἐβοήθουν εἰς τὰς Θήβας, ἔχοντες πεζοὺς μὲν πεντακισχιλίους, ἱππεῖς δὲ διακοσίους.
32.3 τούτων δὲ τῶν δυνάμεων ἀθροισθεισῶν εἰς ἕνα τόπον, οἱ μὲν Θηβαῖοι λόφον τινὰ κατελάβοντο παραμήκη, σταδίους ἀπέχοντα τῆς πόλεως εἴκοσι, καὶ πρόβλημα ποιησάμενοι τὰς δυσχωρίας ἀνέμενον τὴν τῶν πολεμίων ἔφοδον· τὴν γὰρ Ἀγησιλάου δόξαν καταπεπληγμένοι, τὸν ἐν τοῖς πεδίοις ἐξ ἴσου κίνδυνον ὑπομένειν εὐλαβοῦντο.
32.4 ὁ δʼ Ἀγησίλαος συντεταγμένῃ τῇ δυνάμει προάγων ἐπὶ τοὺς Βοιωτούς, ὡς ἤγγισε τοῖς πολεμίοις, τὸ μὲν πρῶτον τοὺς ψιλοὺς ἐπαφῆκε τοῖς ἐναντίοις, πειρώμενος πῶς ἔχουσι πρὸς τὴν μάχην. ἀποκρουσαμένων δὲ αὐτοὺς τῶν Θηβαίων ῥᾳδίως ἐκ τόπων ὑπερδεξίων, ἐπήγαγε πᾶσαν ἐπʼ αὐτοὺς τὴν δύναμιν συντεταγμένην καταπληκτικῶς.
82.5 Χαβρίας δʼ ὁ Ἀθηναῖος τῶν μισθοφόρων ἀφηγούμενος παρήγγειλε τοῖς στρατιώταις δέχεσθαι τοὺς πολεμίους καταπεφρονηκότως ἅμα καὶ τεταγμένως, καὶ τὰς ἀσπίδας πρὸς τὸ γόνυ κλίναντας ὀρθῷ τῷ δόρατι μένειν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi