Kitap 20
38.4
Λακεδαιμόνιοι μὲν γὰρ καὶ Ἀθηναῖοι, διὰ πάντων περὶ τῆς ἡγεμονίας διαφιλοτιμούμενοι, παρεχώρουν ἀλλήλοις, οἱ μὲν τῆς κατὰ γῆν, οἱ δὲ τῆς κατὰ θάλατταν ἀρχῆς ἄξιοι κρινόμενοι. διόπερ τὴν ἐκ τρίτου προσώπου ἀναφερομένην ἡγεμονίαν χαλεπῶς ἔφερον, καὶ τὰς κατὰ Βοιωτίαν πόλεις ἀπέσπων τῆς τῶν Θηβαίων συντελείας.
39.1
οἱ δὲ Θηβαῖοι, τῇ τε ῥώμῃ τῶν σωμάτων καὶ ταῖς ἀλκαῖς διαφέροντες καὶ πολλαῖς μάχαις προνενικηκότες τοὺς Λακεδαιμονίους, μετέωροι τοῖς φρονήμασιν ὑπῆρχον καὶ τῆς κατὰ γῆν ἡγεμονίας ἠμφισβήτουν. οὐ διεψεύσθησαν δὲ τῆς ἐλπίδος διὰ τὰς εἰρημένας αἰτίας καὶ διὰ τὸ πλείονας ἔχειν ἀγαθοὺς ἡγεμόνας καὶ στρατηγοὺς κατὰ τοὺς ὑποκειμένους χρόνους.
39.2
ἐπιφανέστατοι δʼ ἦσαν Πελοπίδας καὶ Γοργίδας καὶ Ἐπαμεινώνδας· οὗτος γὰρ οὐ μόνον τῶν ὁμοεθνούντων, ἀλλὰ καὶ πάντων Ἑλλήνων πολὺ προέσχεν ἀνδρείᾳ τε καὶ στρατηγικῇ συνέσει. μετέσχε γὰρ ἐπὶ πολὺ πάσης παιδείας, καὶ μάλιστα τῆς Πυθαγορικῆς φιλοσοφίας· πρὸς δὲ τούτοις φυσικοῖς προτερήμασι κεχορηγημένος, εἰκότως καὶ πράξεις ἐπιφανεστάτας συνετέλεσεν. διὸ καὶ συναναγκασθεὶς ὀλίγοις πολιτικοῖς στρατιώταις πρὸς πάσας τὰς τῶν Λακεδαιμονίων καὶ τῶν συμμάχων δυνάμεις ἀγωνίσασθαι, τοσοῦτον ὑπερέσχε τῶν ἀνικήτων στρατιωτῶν, ὥστε τὸν βασιλέα τῶν Σπαρτιατῶν Κλεόμβροτον ἀνελεῖν, τὸ δὲ πλῆθος τῶν ἀντιταχθέντων ἄρδην σχεδὸν κατακόψαι.