Kitap 20
53.4
ὁ δʼ Ἐπαμεινώνδας ὁρῶν τοὺς στρατιώτας δεισιδαιμονοῦντας ἐπὶ τοῖς γεγονόσι σημείοις, ἐφιλοτιμεῖτο διὰ τῆς ἰδίας ἐπινοίας καὶ στρατηγίας μεταθεῖναι τὰς τοῦ πλήθους εὐλαβείας. διόπερ τινῶν προσφάτως παραγεγονότων ἐκ Θηβῶν ἔπεισεν εἰπεῖν, ὅτι τὰ κατὰ τὸν νεὼν τοῦ Ἡρακλέους ὅπλα παραδόξως ἀφανῆ γέγονε καὶ λόγος ἐν ταῖς Θήβαις διαδέδοται ὡς τῶν ἡρώων τῶν ἀρχαίων ἀνειληφότων αὐτὰ καὶ βοηθεῖν τοῖς Βοιωτοῖς ἀπεληλυθότων. ἄλλον δὲ κατέστησεν ὡς ἀπὸ Τροφωνίου προσφάτως ἀναβεβηκότα καὶ λέγοντα, διότι προστέταχεν ὁ θεὸς αὐτοῖς, ὅταν ἐν Λεύκτροις νικήσωσιν, ἀγῶνα τιθέναι Διὶ βασιλεῖ στεφανίτην· ἀφʼ οὗ δὴ Βοιωτοὶ ταύτην ποιοῦσι τὴν πανήγυριν ἐν Λεβαδείᾳ.
54.1
συνήργησε δὲ πρὸς ταύτην τὴν ἐπίνοιαν Λεανδρίας ὁ Σπαρτιάτης, πεφευγὼς μὲν ἐκ Λακεδαίμονος, τότε δὲ συστρατεύων Θηβαίοις. οὗτος γὰρ ἐν ἐκκλησίᾳ προαχθεὶς ἀπεφήνατο παλαιὸν εἶναι λόγιον τοῖς Σπαρτιάταις, ὅτι τότε τὴν ἡγεμονίαν ἀποβαλοῦσιν, ὅταν ἐν Λεύκτροις ὑπὸ Θηβαίων ἡττηθῶσιν.
54.2
προσῆλθον δὲ τῷ Ἐπαμεινώνδᾳ καὶ χρησμολόγοι τινὲς ἐγχώριοι, λέγοντες ὅτι περὶ τὸν τάφον τῶν Λεύκτρου καὶ Σκεδάσου θυγατέρων μεγάλῃ συμφορᾷ δεῖ περιπεσεῖν Λακεδαιμονίους διὰ τοιαύτας αἰτίας.
54.3
Λεῦκτρος ἦν, ἀφʼ οὗ τὸ πεδίον τοῦτο ἔσχε τὴν προσηγορίαν. τούτου θυγατέρας καὶ Σκεδάσου τινὸς ὁμοίως κόρας πρέσβεις Λακεδαιμονίων ἐβιάσαντο· αἱ δὲ ὑβρισθεῖσαι τὴν συμφορὰν οὐκ ἐνέγκασαι, τῇ πατρίδι τῇ πεμψάσῃ τοὺς ὑβριστὰς καταρασάμεναι τὸν βίον αὐτοχειρίᾳ κατέστρεψαν.