Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

60.1 ἅμα δὲ τούτοις πραττομένοις Ἰάσων ὁ Φερῶν τύραννος, συνέσει τε στρατηγικῇ διαφέρων καὶ πολλοὺς τῶν περιοίκων εἰς συμμαχίαν προηγμένος, ἔπεισε τοὺς Θετταλοὺς ἀντιποιεῖσθαι τῆς τῶν Ἑλλήνων ἡγεμονίας· ταύτην γὰρ ὥσπερ ἔπαθλον ἀρετῆς προκεῖσθαι τοῖς δυναμένοις αὐτῆς ἀμφισβητῆσαι.
60.2 Λακεδαιμονίους γὰρ συνέβαινε περὶ Λεῦκτρα μεγάλῃ συμφορᾷ περιπεπτωκέναι, Ἀθηναίους δὲ μόνον τῆς κατὰ θάλατταν ἀρχῆς ἀντέχεσθαι, Θηβαίους δὲ τῶν πρωτείων ἀξίους μὴ εἶναι, Ἀργείους δὲ διὰ στάσεις καὶ φόνους ἐμφυλίους τεταπεινῶσθαι. διόπερ οἱ Θετταλοὶ προστησάμενοι τῶν ὅλων ἡγεμόνα Ἰάσονα, τούτῳ τὰ κατὰ τὸν πόλεμον ἐπέτρεψαν. ὁ δὲ Ἰάσων παραλαβὼν τὴν ἡγεμονίαν τῶν τε πλησίον ἐθνῶν τινα προσηγάγετο καὶ πρὸς Ἀμύνταν τὸν τῶν Μακεδόνων βασιλέα συμμαχίαν ἐποιήσατο.
60.3 ἴδιον δέ τι συνέβη κατὰ τοῦτον τὸν ἐνιαυτόν· τῶν γὰρ ἐν δυναστείαις ὄντων τρεῖς ἐτελεύτησαν περὶ τὸν αὐτὸν καιρόν. Ἀμύντας μὲν ὁ Ἀρριδαίου βασιλεύων τῆς Μακεδονίας ἐτελεύτησεν ἄρξας ἔτη εἴκοσι καὶ τέτταρα, υἱοὺς ἀπολιπὼν τρεῖς, Ἀλέξανδρον καὶ Περδίκκαν καὶ Φίλιππον· διεδέξατο δὲ τὴν βασιλείαν ὁ υἱὸς Ἀλέξανδρος καὶ ἦρξεν ἐνιαυτόν.
60.4 ὁμοίως δὲ καὶ Ἀγησίπολις ὁ τῶν Λακεδαιμονίων βασιλεὺς μετήλλαξεν ἄρξας ἐνιαυτόν, τὴν δὲ ἀρχὴν διαδεξάμενος Κλεομένης ὁ ἀδελφὸς ἐβασίλευσεν ἔτη τριάκοντα καὶ τέτταρα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi