Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

87.4 ἐπὶ μὲν οὖν χρόνον τινὰ περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως οὐδέτεροι διεπρεσβεύσαντο, ἵνα μὴ δόξωσιν ἐκχωρεῖν τοῦ πρωτείου· μετὰ δὲ ταῦτα τῶν Λακεδαιμονίων πρώτων ἐπικηρυκευσαμένων περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως ἀμφότεροι τοὺς ἰδίους ἔθαψαν.
87.5 Ἐπαμεινώνδας δʼ ἔτι ζῶν εἰς τὴν παρεμβολὴν ἀπηνέχθη, καὶ τῶν συγκληθέντων ἰατρῶν ἀποφηναμένων, ὅτι πάντως, ὅταν ἐκ τοῦ θώρακος ἐξαιρεθῇ τὸ δόρυ, συμβήσεται καὶ τὸν θάνατον ἐπακολουθῆσαι, εὐψυχότατα τὴν τοῦ βίου καταστροφὴν ἐποιήσατο.
87.6 πρῶτον μὲν γὰρ τὸν ὑπασπιστὴν προσκαλεσάμενος ἐπηρώτησεν, εἰ διασέσωκε τὴν ἀσπίδα. τοῦ δὲ φήσαντος καὶ θέντος αὐτὴν πρὸ τῆς ὁράσεως, πάλιν ἐπηρώτησε, πότεροι νενικήκασιν. ἀποφαινομένου δὲ τοῦ παιδός, ὅτι Βοιωτοὶ νενικήκασιν, ὥρα, φησίν, ἐστὶ τελευτᾶν, καὶ προσέταξεν ἐκσπάσαι τὸ δόρυ. ἀναβοησάντων δὲ τῶν παρόντων φίλων, καί τινος εἰπόντος ὅτι τελευτᾷς ἄτεκνος, Ἐπαμεινώνδα, καὶ δακρύσαντος, μὰ Δία μέν, φησίν, ἀλλὰ καταλείπω δύο θυγατέρας, τήν τε ἐν Λεύκτροις νίκην καὶ τὴν ἐν Μαντινείᾳ. καὶ τοῦ δόρατος ἐξαιρεθέντος ἄνευ πάσης ταραχῆς ἐξέπνευσεν.
88.1 ἡμεῖς δʼ εἰωθότες ταῖς τῶν ἀγαθῶν ἀνδρῶν τελευταῖς ἐπιλέγειν τὸν ἴδιον ἔπαινον, οὐδαμῶς ἁρμόττον ἡγούμεθα παραδραμεῖν ἀνδρὸς τηλικούτου τὴν τελευτὴν ἀνεπισήμαντον. δοκεῖ γάρ μοι μὴ μόνον τοὺς καθʼ ἑαυτὸν ὑπερβάλλειν ἐν τῇ στρατηγικῇ συνέσει καὶ ἐμπειρίᾳ, πρὸς δὲ τούτοις ἐπιεικείᾳ τε καὶ μεγαλοψυχίᾳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi