Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

91.5 ὁ δʼ Ἀρτάβαζος, τὸ μὲν πρῶτον τὸ ἀληθὲς ἀγνοῶν, ὑπολαβὼν δὲ τὸν ἀποστάτην τοῦ Δατάμου παλιμπροδοσίαν ποιεῖσθαι, παρήγγειλε τοῖς ἰδίοις κτείνειν τοὺς προσιόντας ἱππεῖς. ὁ δὲ Μιθροβαρζάνης ἐν μέσοις ἀποληφθείς, καὶ τῶν μὲν ὡς προδότην ἀμυνομένων, τῶν δὲ ὡς παλιμπροδότην τιμωρουμένων, ἐν ἀπορίᾳ καθειστήκει· τῆς δʼ ἀπορίας οὐκ ἐώσης βουλεύσασθαι, πρὸς ἀλκὴν ἐτρέπετο, καὶ πρὸς ἀμφοτέρους διαμαχόμενος πολὺν ἐποίει φόνον. τέλος δὲ πλειόνων ἢ μυρίων ἀναιρεθέντων, τοὺς ὑπολειφθέντας ὁ Δατάμης τρεψάμενος καὶ πολλοὺς φονεύσας ἀνεκαλέσατο τῇ σάλπιγγι τοὺς διώκοντας στρατιώτας.
91.6 τῶν δʼ ἱππέων τῶν ὑπολειφθέντων οἱ μὲν πρὸς τὸν Δατάμην ἀποχωρήσαντες ἠξίουν τυχεῖν συγγνώμης, οἱ δὲ λοιποὶ τὴν ἡσυχίαν ἦγον, οὐκ ἔχοντες ὅποι τράπωνται, καὶ τέλος εἰς πεντακοσίους ὄντες κυκλωθέντες ὑπὸ Δατάμου κατηκοντίσθησαν.
91.7 Δατάμης μὲν οὖν καὶ πρότερον ἐπὶ στρατηγίᾳ θαυμαζόμενος, πολλῷ τότε μᾶλλον ἔσχε περιβόητον τήν τε ἀνδρείαν καὶ τὴν ἐν τῷ στρατηγεῖν σύνεσιν· ὁ δὲ βασιλεὺς Ἀρταξέρξης πυθόμενος τὴν στρατηγίαν τοῦ Δατάμου, καὶ σπεύδων ἄρασθαι τοῦτον, διʼ ἐπιβουλῆς αὐτὸν ἐδολοφόνησεν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi