Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

92.1 ἅμα δὲ τούτοις πραττομένοις Ῥεομίθρης, ὑπὸ τῶν ἀποστατῶν πεμφθεὶς εἰς Αἴγυπτον πρὸς Ταχὼ τὸν βασιλέα, καὶ λαβὼν ἀργυρίου μὲν τάλαντα πεντακόσια, ναῦς δὲ μακρὰς πεντήκοντα, κατέπλευσε τῆς Ἀσίας εἰς τὰς ὀνομαζομένας Λεύκας. εἰς δὲ ταύτην τὴν πόλιν μεταπεμψάμενος πολλοὺς τῶν ἀφεστηκότων ἡγεμόνας, τούτους μὲν συλλαβὼν καὶ δήσας ἀνέπεμψε πρὸς Ἀρταξέρξην, αὐτὸς δὲ ἀποστάτης γενόμενος ταῖς ἐκ τῆς προδοσίας δωρεαῖς διελύσατο τὰ πρὸς τὸν βασιλέα.
92.2 κατὰ δὲ τὴν Αἴγυπτον Ταχὼς ὁ βασιλεὺς κατασκευασάμενος τὰ πρὸς τὸν πόλεμον διακοσίας μὲν τριήρεις εἶχε πολυτελῶς κεκοσμημένας, μισθοφόρους δʼ ἐπιλέκτους ἐκ τῆς Ἑλλάδος μυρίους, χωρὶς δὲ τούτων πεζοὺς στρατιώτας Αἰγυπτίους ὀκτακισμυρίους. καὶ τῶν μὲν μισθοφόρων τὴν ἡγεμονίαν παρέδωκεν Ἀγησιλάῳ τῷ Σπαρτιάτῃ, ἀπεσταλμένῳ μὲν ὑπὸ Λακεδαιμονίων ἐπὶ συμμαχίαν μεθʼ ὁπλιτῶν χιλίων, δυναμένῳ δʼ ἡγεῖσθαι στρατιωτῶν καὶ διʼ ἀνδρείαν καὶ στρατηγικὴν σύνεσιν τεθαυμασμένῳ·

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi