Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

92.3 τοῦ δὲ ναυτικοῦ τὴν στρατηγίαν ἐνεχείρισε Χαβρίᾳ τῷ Ἀθηναίῳ, δημοσίᾳ μὲν ὑπὸ τῆς πατρίδος οὐκ ἀπεσταλμένῳ, ἰδίᾳ δὲ ὑπὸ τοῦ βασιλέως συστρατεύειν πεπεισμένῳ. αὐτὸς δὲ τῶν Αἰγυπτίων ἔχων τὴν ἡγεμονίαν καὶ στρατηγὸς ὢν ἁπάσης τῆς δυνάμεως, Ἀγησιλάῳ μὲν συμβουλεύσαντι μένειν ἐπὶ τῆς Αἰγύπτου καὶ διὰ τῶν στρατηγῶν τὸν πόλεμον διοικεῖν οὐ προσέσχε καλῶς συμβουλεύοντι. τῆς γὰρ δυνάμεως προελθούσης πορρωτέρω καὶ περὶ Φοινίκην καταστρατοπεδευούσης, ὁ καθεσταμένος ἐπὶ τῆς Αἰγύπτου στρατηγὸς ἀπέστη ἀπὸ τοῦ βασιλέως, διαπεμψάμενος δὲ πρὸς τὸν υἱὸν Νεκτανεβώ, καὶ πείσας ἀντέχεσθαι τῆς ἐν Αἰγύπτῳ βασιλείας, μέγαν πόλεμον ἐξέκαυσεν·
92.4 ὁ γὰρ Νεκτανεβὼς ὑπὸ τοῦ βασιλέως τεταγμένος ἡγεμὼν τῶν ἐξ Αἰγύπτου στρατιωτῶν, καὶ πεμφθεὶς ἀπὸ τῆς Φοινίκης πολιορκεῖν τὰς ἐν τῇ Συρίᾳ πόλεις, συγκάταινος γενόμενος ταῖς τοῦ πατρὸς ἐπιβολαῖς, τοὺς μὲν ἡγεμόνας δωρεαῖς, τοὺς δὲ στρατιώτας ἐπαγγελίαις προτρεψάμενος, ἔπεισε συναγωνιστὰς γενέσθαι.
92.5 τέλος δὲ καταληφθείσης ὑπὸ τῶν ἀποστατῶν τῆς Αἰγύπτου, ὁ μὲν Ταχὼς καταπλαγεὶς ἐτόλμησε διὰ τῆς Ἀραβίας ἀναβῆναι πρὸς τὸν βασιλέα, καὶ συγγνώμην ἠξίου δοῦναι περὶ τῶν ἡμαρτημένων· ὁ δὲ Ἀρταξέρξης οὐ μόνον αὐτὸν ἀπέλυσε τῶν ἐγκλημάτων, ἀλλὰ καὶ στρατηγὸν ἀπέδειξε τοῦ πρὸς Αἰγυπτίους πολέμου.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi