Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

95.4 τῶν δὲ συγγραφέων Διονυσόδωρος καὶ Ἄναξις οἱ Βοιωτοὶ τὴν τῶν Ἑλληνικῶν ἱστορίαν εἰς τοῦτον τὸν ἐνιαυτὸν κατεστρόφασι τὰς συντάξεις. ἡμεῖς δὲ τὰς πρὸ Φιλίππου τοῦ βασιλέως πράξεις διεληλυθότες, ταύτην μὲν τὴν βύβλον κατὰ τὴν ἐν ἀρχῇ πρόθεσιν αὐτοῦ περιγράφομεν, τὴν δʼ ἐχομένην ἀπὸ τῆς Φιλίππου παραλήψεως τῆς βασιλείας ἀρξάμενοι πάσας διέξιμεν τὰς τοῦ βασιλέως τούτου πράξεις μέχρι τῆς τελευτῆς, συμπεριλαμβάνοντες καὶ τὰς ἄλλας τὰς γεγενημένας ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης.
arg. ὡς Φίλιππος ὁ Ἀμύντου παρέλαβε τὴν τῶν Μακεδόνων βασιλείαν.
arg. ὡς Ἀργαῖον ἀντιποιούμενον τῆς βασιλείας ἐνίκησεν.
arg. ὡς Ἰλλυριοὺς καὶ Παίονας καταπολεμήσας ἐκτήσατο τὴν προγονικὴν ἀρχήν.
arg. περὶ τῆς ἀνανδρίας τοῦ νεωτέρου Διονυσίου καὶ τῆς Δίωνος φυγῆς.
arg. κτίσις Ταυρομενίου κατὰ τὴν Σικελίαν.
arg. τὰ πραχθέντα κατὰ τὴν Εὔβοιαν καὶ κατὰ τὸν συμμαχικὸν πόλεμον.
arg. πολιορκία Ἀμφιπόλεως ὑπὸ Φιλίππου καὶ ἅλωσις.
arg. ὡς Φίλιππος τοὺς Πυδναίους ἐξανδραποδισάμενος τὰ χρύσεια μέταλλα κατεσκεύασεν.
arg. ὡς Δίων ἐλευθερώσας τοὺς Συρακουσίους Διονύσιον κατεπολέμησεν.
arg. ὡς ἐκπεσὼν ἐκ τῆς πατρίδος πάλιν ἀνεκτήσατο τὰς Συρακούσας.
arg. κατάλυσις συμμαχικοῦ πολέμου.
arg. συνδρομὴ τριῶν βασιλέων ἐπὶ Φίλιππον.
arg. ὡς Φιλόμηλος ὁ Φωκεὺς τοὺς Δελφοὺς καὶ τὸ μαντεῖον καταλαβόμενος τὸν ἱερὸν πόλεμον ἐξέκαυσεν.
arg. περὶ τῆς ἐξ ἀρχῆς εὑρέσεως τοῦ μαντείου.
arg. Φιλομήλου τοῦ Φωκέως ἧττα καὶ θάνατος.
arg. Ὀνομάρχου παράληψις τῆς ἀρχῆς καὶ παρασκευὴ πρὸς πόλεμον.
arg. ὡς Βοιωτοὶ Ἀρταβάζῳ βοηθήσαντες ἐνίκησαν τοὺς βασιλέως σατράπας.
arg. ὡς Ἀθηναῖοι Χερρονήσου κρατήσαντες κατεκληρούχησαν αὐτήν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi