Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

arg. ὡς Φίλιππος Μεθώνην ἑλὼν κατέσκαψεν.
arg. ὡς Φίλιππος Φωκεῖς νικήσας ἐξέβαλεν ἐκ τῆς Θετταλίας.
arg. ὡς Ὀνόμαρχος ὁ Φωκεὺς Φίλιππον δυσὶ μάχαις νικήσας εἰς τοὺς ἐσχάτους κινδύνους ἤγαγεν.
arg. ὡς Ὀνόμαρχος Βοιωτοὺς νικήσας Κορώνειαν εἷλεν.
arg. ὡς Ὀνόμαρχος ἐν Θετταλίᾳ παραταξάμενος πρὸς Φίλιππον καὶ Θετταλοὺς ἡττήθη.
arg. ὡς αὐτὸς μὲν ἐκρεμάσθη, οἱ δʼ ἄλλοι κατεποντίσθησαν ὡς ἱερόσυλοι.
arg. ὡς Φάυλλος διαδεξάμενος τὴν ἀρχὴν πολλὰ τῶν ἀργυρῶν καὶ χρυσῶν ἀναθημάτων κατέκοψεν.
arg. ὡς τὰς μισθοφορίας ἀναβιβάσας ἤθροισε μισθοφόρων πλῆθος.
arg. ὡς τεταπεινωμένα τὰ τῶν Φωκέων πράγματα διωρθώσατο.
arg. ὡς χρήμασι διαφθείρων τὰς πόλεις καὶ τοὺς προεστηκότας αὐταῖς πολλοὺς προσελάβετο συμμάχους.
arg. ὡς οἱ τῶν Φεραίων τύραννοι παραδόντες Φιλίππῳ τὰς Φερὰς Φωκέων ἐγένοντο σύμμαχοι.
arg. μάχη Φωκέων πρὸς Βοιωτοὺς περὶ Ὀρχομενὸν καὶ ἧττα Φωκέων.
arg. ἄλλαι μάχαι τοῖς αὐτοῖς παρὰ τὸν Κηφισὸν καὶ Κορώνειαν καὶ νίκη Βοιωτῶν.
arg. ὡς Φάυλλος στρατεύσας εἰς τὴν Λοκρίδα πολλὰς πόλεις ἐχειρώσατο.
arg. ὡς Φάυλλος νόσῳ περιπεσὼν φθινάδι τὸν βίον ἐπιπόνως κατέστρεψεν.
arg. ὡς Φάλαικος διαδεξάμενος τὴν ἀρχὴν καὶ ἀγεννῶς διοικῶν τὸν πόλεμον ἐξέπεσεν.
arg. ὡς οἱ κατὰ τὴν Πελοπόννησον ἐστασίασαν.
arg. ὡς Ἀρταξέρξης ὁ ἐπικληθεὶς Ὦχος ἀνεκτήσατο Αἴγυπτον καὶ Φοινίκην καὶ Κύπρον.
arg. ὡς Φίλιππος τὰς Χαλκιδικὰς πόλεις προσαγαγόμενος τὴν ἐπισημοτάτην πόλιν κατέσκαψεν.
arg. ζήτησις τῶν ἀναλωθέντων ἱερῶν χρημάτων καὶ κόλασις τῶν νοσφισαμένων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi