Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

arg. ὡς οἱ καταφυγόντες εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλωνος Φωκεῖς ὄντες πεντακόσιοι παραδόξως ἅπαντες ὑπὸ πυρὸς διεφθάρησαν.
arg. ὡς ὁ Φωκικὸς πόλεμος κατελύθη.
arg. ὡς οἱ μετασχόντες τῆς ἱεροσυλίας τοῖς Φωκεῦσιν ἅπαντες ὑπὸ θείας τινὸς ἐνεργείας ἐκολάσθησαν.
arg. Τιμολέοντος κατάπλους εἰς Σικελίαν καὶ αἱ πράξεις αὐτοῦ μέχρι τῆς τελευτῆς.
arg. Περίνθου καὶ Βυζαντίου πολιορκία ὑπὸ Φιλίππου.
arg. Φιλίππου παράταξις πρὸς Ἀθηναίους ἐν Χαιρωνείᾳ καὶ ἧττα Ἀθηναίων.
arg. ὡς οἱ Ἕλληνες αὐτοκράτορα στρατηγὸν εἵλοντο Φίλιππον.
arg. ὡς Φίλιππος μέλλων διαβαίνειν εἰς τὴν Ἀσίαν ἀνῃρέθη.
1.1 ἐν πάσαις μὲν ταῖς ἱστορικαῖς πραγματείαι καθήκει τοὺς συγγραφεῖς περιλαμβάνειν ἐν ταῖς βίβλοις ἢ πόλεων ἢ βασιλέων πράξεις αὐτοτελεῖς ἀπʼ ἀρχῆς μέχρι τοῦ τέλους· οὕτως γὰρ μάλιστα διαλαμβάνομεν τὴν ἱστορίαν εὐμνημόνευτον καὶ σαφῆ γενέσθαι τοῖς ἀναγινώσκουσιν.
1.2 αἱ μὲν γὰρ ἡμιτελεῖς πράξεις οὐκ ἔχουσαι συνεχὲς ταῖς ἀρχαῖς τὸ πέρας μεσολαβοῦσι τὴν ἐπιθυμίαν τῶν φιλαναγνωστούντων, αἱ δὲ τὸ τῆς διηγήσεως συνεχὲς περιλαμβάνουσαι μέχρι τῆς τελευτῆς ἀπηρτισμένην τὴν τῶν πράξεων ἔχουσιν ἀπαγγελίαν. ὅταν δʼ ἡ φύσις αὐτὴ τῶν πραχθέντων συνεργῇ τοῖς συγγραφεῦσι, τότʼ ἤδη παντελῶς οὐκ ἀποστατέον ταύτης τῆς προαιρέσεως.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi