Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

2.5 ἀνῄρηντο μὲν γὰρ ἐν τῇ παρατάξει Μακεδόνων πλείους τῶν τετρακισχιλίων, οἱ δὲ λοιποὶ καταπεπληγμένοι τὰς τῶν Ἰλλυριῶν δυνάμεις περίφοβοι καθειστήκεισαν καὶ πρὸς τὸ διαπολεμεῖν ἀθύμως εἶχον.
2.6 ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν Παίονες μὲν πλησίον τῆς Μακεδονίας οἰκοῦντες ἐπόρθουν τὴν χώραν καταφρονοῦντες τῶν Μακεδόνων, Ἰλλυριοὶ δὲ μεγάλας δυνάμεις ἤθροιζον καὶ στρατεύειν εἰς τὴν Μακεδονίαν παρεσκευάζοντο, Παυσανίας δέ τις τῆς βασιλικῆς συγγενείας κοινωνῶν ἐπεβάλλετο διὰ τοῦ Θρᾳκῶν βασιλέως ἐπὶ τὴν Μακεδονικὴν βασιλείαν κατιέναι. ὁμοίως δὲ καὶ Ἀθηναῖοι πρὸς Φίλιππον ἀλλοτρίως ἔχοντες κατῆγον ἐπὶ τὴν βασιλείαν Ἀργαῖον καὶ στρατηγὸν ἀπεστάλκεισαν Μαντίαν ἔχοντα τρισχιλίους μὲν ὁπλίτας, ναυτικὴν δὲ δύναμιν ἀξιόλογον.
3.1 οἱ δὲ Μακεδόνες διά τε τὴν ἐν τῇ μάχῃ συμφορὰν καὶ διὰ τὸ μέγεθος τῶν ἐπιφερομένων κινδύνων ἐν ἀπορίᾳ τῇ μεγίστῃ καθειστήκεισαν. ἀλλʼ ὅμως τηλικούτων φόβων καὶ κινδύνων ἐφεστώτων ὁ Φίλιππος οὐ κατεπλάγη τὸ μέγεθος τῶν προσδοκωμένων δεινῶν, ἀλλὰ τοὺς Μακεδόνας ἐν συνεχέσιν ἐκκλησίαις συνέχων καὶ τῇ τοῦ λόγου δεινότητι προτρεπόμενος ἐπὶ τὴν ἀνδρείαν εὐθαρσεῖς ἐποίησε, τὰς δὲ στρατιωτικὰς τάξεις ἐπὶ τὸ κρεῖττον διορθωσάμενος καὶ τοὺς ἄνδρας τοῖς πολεμικοῖς ὅπλοις δεόντως κοσμήσας, συνεχεῖς ἐξοπλασίας καὶ γυμνασίας ἐναγωνίους ἐποιεῖτο.
3.2 ἐπενόησε δὲ καὶ τὴν τῆς φάλαγγος πυκνότητα καὶ κατασκευήν, μιμησάμενος τὸν ἐν Τροίᾳ τῶν ἡρώων συνασπισμόν, καὶ πρῶτος συνεστήσατο τὴν Μακεδονικὴν φάλαγγα.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi