Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

5.4 μετὰ δὲ ταῦτα δοὺς ἑαυτὸν εἰς βίον εἰρηνικὸν ἐξέλυσε μὲν τῶν στρατιωτῶν τὰς ἐν τοῖς πολεμικοῖς γυμνασίας, μεγίστην δὲ τῶν κατὰ τὴν Εὐρώπην δυναστειῶν παραλαβὼν τὴν ἀρχὴν καὶ τὴν ὑπὸ τοῦ πατρὸς λεγομένην ἀδάμαντι δεδέσθαι τυραννίδα διὰ τὴν ἰδίαν ἀνανδρίαν παραδόξως ἀπέβαλεν. τὰς δὲ αἰτίας τῆς καταλύσεως καὶ τὰς κατὰ μέρος πράξεις ἀναγράφειν πειρασόμεθα.
6.1 ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησι Κηφισοδότου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Λικίνιον καὶ Γάιον Σουλπίκιον. ἐπὶ δὲ τούτων Δίων ὁ Ἱππαρίνου, Συρακοσίων ὑπάρχων ἐπιφανέστατος, ἔφυγεν ἐκ τῆς Σικελίας καὶ διὰ τὴν λαμπρότητα τῆς ψυχῆς ἠλευθέρωσε Συρακοσίους καὶ τοὺς ἄλλους Σικελιώτας διὰ τοιαύτας τινὰς αἰτίας.
6.2 ὁ πρεσβύτερος Διονύσιος ἐκ δυεῖν γυναικῶν ἦν πεπαιδοποιημένος, ἐκ μὲν τῆς πρώτης Λοκρίδος οὔσης τὸ γένος Διονύσιον τὸν διαδεξάμενον τὴν τυραννίδα, ἐκ δὲ τῆς δευτέρας Ἱππαρίνου θυγατρὸς οὔσης, εὐδοκιμωτάτου Συρακοσίων, δύο παῖδας, Ἱππαρῖνον καὶ Νυσαῖον.
6.3 ἐτύγχανε δὲ τῆς δευτέρας γυναικὸς ἀδελφὸς ὢν Δίων, ἀνὴρ ἐν φιλοσοφίᾳ μεγάλην ἔχων προκοπὴν καὶ κατʼ ἀνδρείαν καὶ στρατηγίαν πολὺ προέχων τῶν κατʼ αὐτὸν Συρακοσίων.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi