Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

6.4 οὗτος δὲ διὰ τὴν εὐγένειαν καὶ τὴν λαμπρότητα τῆς ψυχῆς εἰς ὑποψίαν ἦλθε τῷ τυράννῳ, δόξας ἀξιόχρεως εἶναι καταλῦσαι τὴν τυραννίδα. φοβούμενος οὖν αὐτὸν ὁ Διονύσιος ἔκρινεν ἐκποδὼν ποιήσασθαι τὸν ἄνδρα, συλλαβὼν ἐπὶ θανάτῳ. ὁ δὲ Δίων αἰσθόμενος τὸ μὲν πρῶτον ἐκρύφθη παρά τισιν τῶν φίλων, μετὰ δὲ ταῦτα ἔφυγεν ἐκ τῆς Σικελίας εἰς Πελοπόννησον, ἔχων μεθʼ ἑαυτοῦ τὸν ἀδελφὸν Μεγακλῆν καὶ Ἡρακλείδην τὸν ἐπὶ τῶν στρατιωτῶν τεταγμένον ὑπὸ τοῦ τυράννου.
6.5 καταπλεύσας δʼ εἰς τὴν Κόρινθον τοὺς μὲν Κορινθίους ἠξίου συνεπιλαβέσθαι τῆς ἐλευθερώσεως τῶν Συρακοσίων, αὐτὸς δὲ μισθοφόρους συνῆγε καὶ πανοπλίας συνήθροιζε. ταχὺ δὲ πολλῶν ὑπακουόντων πανοπλίας τε παρεσκευάζετο καὶ μισθοφόρους συχνούς, καὶ φορτηγοὺς δύο ναῦς μισθωσάμενος τά τε ὅπλα καὶ τοὺς μισθοφόρους ἐνθέμενος αὐτὸς μὲν ταύτας τὰς φορτίδας ἔχων ἐξέπλευσεν ἐκ Ζακύνθου τῆς πρὸς Κεφαλληνίαν εἰς τὴν Σικελίαν, Ἡρακλείδην δὲ ἀπέλιπεν τριήρεις τινὰς καὶ ἑτέρας φορτηγοὺς ἄξοντα κατόπιν εἰς τὰς Συρακούσσας.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi