Kitap 20
7.3
οἱ δʼ Ἀθηναῖοι Χίων καὶ Ῥοδίων καὶ Κῴων, ἔτι δὲ Βυζαντίων ἀποστάντων ἐνέπεσον εἰς πόλεμον τὸν ὀνομασθέντα συμμαχικόν, ὃς διέμεινεν ἔτη τρία. ἑλόμενοι δὲ στρατηγοὺς Χάρητα καὶ Χαβρίαν ἀπέστειλαν μετὰ δυνάμεως. οὗτοι δὲ πλεύσαντες ἐπὶ τὴν Χίον κατέλαβον παραγεγονότας συμμάχους τοῖς Χίοις παρὰ Βυζαντίων καὶ Ῥοδίων καὶ Κῴων, ἔτι δὲ Μαυσώλου τοῦ Καρῶν δυνάστου. ἐκτάξαντες δὲ τὴν δύναμιν ἐπολιόρκουν τὴν πόλιν κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν. ὁ μὲν οὖν Χάρης τοῦ πεζοῦ στρατεύματος ἡγούμενος κατὰ γῆν προσῄει τοῖς τείχεσι καὶ πρὸς τοὺς ἐκ τῆς πόλεως ἐκχυθέντας ἐπʼ αὐτὸν διηγωνίζετο· ὁ δὲ Χαβρίας προσπλεύσας τῷ λιμένι ναυμαχίαν καρτερὰν συνεστήσατο καὶ τῆς νεὼς τοῖς ἐμβόλοις ἀναρραγείσης κατεπονεῖτο.
7.4
οἱ μὲν οὖν ἐπὶ τῶν ἄλλων νεῶν εἴξαντες τῷ καιρῷ διεσώθησαν, ὁ δʼ ἀντὶ τῆς ἥττης ἀλλαξάμενος τὸν εὐκλεᾶ θάνατον ἀγωνιζόμενος ὑπὲρ τῆς νεὼς καὶ τρωθεὶς ἐτελεύτησε.
8.1
περὶ δὲ τοὺς αὐτοὺς καιροὺς Φίλιππος ὁ τῶν Μακεδόνων βασιλεὺς μεγάλῃ παρατάξει νενικηκὼς τοὺς Ἰλλυριοὺς καὶ πάντας τοὺς μέχρι τῆς Λυχνίτιδος καλουμένης λίμνης κατοικοῦντας ὑπηκόους πεποιημένος ἀνέκαμψεν εἰς τὴν Μακεδονίαν, συντεθειμένος ἔνδοξον εἰρήνην πρὸς τοὺς Ἰλλυριούς, περιβόητός τε ὑπάρχων παρὰ τοῖς Μακεδόσιν ἐπὶ τοῖς διʼ ἀνδρείαν κατωρθωμένοις.