Kitap 20
8.2
μετὰ δὲ ταῦτα τῶν τὴν Ἀμφίπολιν οἰκούντων ἀλλοτρίως πρὸς αὐτὸν διατεθέντων καὶ πολλὰς ἀφορμὰς δόντων εἰς πόλεμον ἐστράτευσεν ἐπʼ αὐτοὺς ἀξιολόγῳ δυνάμει. προσαγαγὼν δὲ τοῖς τείχεσι μηχανὰς καὶ προσβολὰς ἐνεργοὺς καὶ συνεχεῖς ποιησάμενος κατέβαλε μὲν τοῖς κριοῖς μέρος τι τοῦ τείχους, παρεισελθὼν δʼ εἰς τὴν πόλιν διὰ τοῦ πτώματος καὶ τῶν ἀντιστάντων πολλοὺς καταβαλὼν ἐκυρίευσε τῆς πόλεως καὶ τοὺς μὲν ἀλλοτρίως πρὸς αὐτὸν διακειμένους ἐφυγάδευσε, τοῖς δʼ ἄλλοις φιλανθρώπως προσηνέχθη.
8.3
ἡ δὲ πόλις αὕτη κειμένη κατὰ τῆς Θρᾴκης καὶ τῶν σύνεγγυς τόπων εὐφυῶς πολλὰ συνεβάλετο τῷ Φιλίππῳ πρὸς αὔξησιν. εὐθὺ γὰρ τὴν μὲν Πύδναν ἐχειρώσατο, πρὸς δὲ Ὀλυνθίους συμμαχίαν ἔθετο καὶ Ποτίδαιαν ὡμολόγησε περιποιήσειν αὐτοῖς, ὑπὲρ ἧς Ὀλύνθιοι πολλὴν σπουδὴν ἔσχον κυριεῦσαι τῆς πόλεως.
8.4
τῶν δʼ Ὀλυνθίων βαρεῖαν πόλιν οἰκούντων καὶ διὰ τὸ πλῆθος τῶν ἐν ταύτῃ ἐνοικούντων πολλὴν ἐχόντων ῥοπὴν εἰς τὸν πόλεμον περιμάχητος ἦν ἡ πόλις τοῖς ἡγεμονίας μείζονος ὀρεγομένοις. διόπερ οἵ τε Ἀθηναῖοι καὶ ὁ Φίλιππος διεφιλοτιμοῦντο πρὸς ἀλλήλους περὶ τῆς τῶν Ὀλυνθίων συμμαχίας.
8.5
οὐ μὴν ἀλλʼ ὁ Φίλιππος Ποτίδαιαν ἐκπολιορκήσας τὴν μὲν τῶν Ἀθηναίων φρουρὰν ἐξήγαγεν ἐκ τῆς πόλεως καὶ φιλανθρώπως αὐτῇ προσενεγκάμενος ἐξαπέστειλεν εἰς τὰς Ἀθήνας· σφόδρα γὰρ εὐλαβεῖτο τὸν δῆμον τῶν Ἀθηναίων διὰ τὸ βάρος καὶ τὸ ἀξίωμα τῆς πόλεως. τὴν δὲ πόλιν ἐξανδραποδισάμενος παρέδωκε τοῖς Ὀλυνθίοις, δωρησάμενος ἅμα καὶ τὰς κατὰ τὴν χώραν κτήσεις.