Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

9.5 ὁ δὲ Δίων ἐξελόμενος ἐκ τῶν φορτηγῶν πανοπλίας πεντακισχιλίας τῷ Παράλῳ παρέδωκεν καὶ παρεκάλεσεν αὐτὸν ἁμάξαις παρακομίσαι πρὸς τὰς Συρακούσσας· αὐτὸς δὲ τοὺς μισθοφόρους παραλαβών, ὄντας χιλίους, προῆγεν ἐπὶ τὰς Συρακούσσας. ἐν παρόδῳ δὲ τούς τε Ἀκραγαντίνους καὶ Γελῴους καί τινας τῶν τὴν μεσόγειον οἰκούντων Σικανῶν τε καὶ Σικελῶν, ἔτι δὲ Καμαριναίους πείσας συνελευθερῶσαι τοὺς Συρακοσίους προῆγεν ἐπὶ τὴν κατάλυσιν τοῦ τυράννου.
9.6 πολλῶν δὲ πάντοθεν συρρυέντων μετὰ τῶν ὅπλων ταχὺ πλείους τῶν δισμυρίων στρατιωτῶν ἠθροίσθησαν. οὐδὲν δʼ ἧττον καὶ πολλοὶ τῶν ἐκ τῆς Ἰταλίας Ἑλλήνων καὶ Μεσσηνίων μετεπέμφθησαν καὶ πάντες σὺν πολλῇ προθυμίᾳ κατὰ σπουδὴν ἧκον.
10.1 ὡς δʼ ἐπὶ τοῖς ὅροις τῆς Συρακοσίας ὁ Δίων ἦν, ἀπήντα πρὸς αὐτὸν πλῆθος ἀνόπλων ἀνθρώπων ἔκ τε τῆς χώρας καὶ τῆς πόλεως· ἀπίστως γὰρ διακείμενος ὁ Διονύσιος πρὸς τοὺς Συρακοσίους πολλῶν τὰ ὅπλα παρῄρητο.
10.2 κατὰ δὲ τοῦτον τὸν καιρὸν ὁ μὲν τύραννος περὶ τὰς νεοκτίστους πόλεις κατὰ τὸν Ἀδρίαν διέτριβε μετὰ πολλῶν δυνάμεων, οἱ δʼ ἐπὶ τῆς φυλακῆς τῶν Συρακουσσῶν ἀπολειφθέντες ἡγεμόνες τὸ μὲν πρῶτον ἐπειρῶντο μετακαλεῖσθαι τοὺς Συρακοσίους ἀπὸ τῆς ἀποστάσεως· ἀκατασχέτου δὲ τῆς ὁρμῆς τῶν ὄχλων οὔσης ἀπογνόντες τοὺς μισθοφόρους καὶ τοὺς τὰ τοῦ δυνάστου φρονοῦντας ἤθροισαν καὶ τὰς τάξεις πληρώσαντες τοῖς ἀφεστηκόσιν ἐπιθέσθαι διέγνωσαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi