Kitap 20
12.4
μετὰ δὲ ταῦτα Δίων μὲν ἀριστεῦσαι βουλόμενος ἐν τῇ μάχῃ καὶ σπεύδων διʼ ἑαυτοῦ περιποιήσασθαι τὴν νίκην εἰς μέσους ἐβιάσατο τοὺς πολεμίους· ἡρωικῶς δʼ ἀγωνιζόμενος πολλοὺς μὲν ἐφόνευσε, τὴν δʼ ὅλην σύνταξιν τῶν μισθοφόρων διακόψας ἐναπελήφθη μόνος τῷ πλήθει· πολλῶν δʼ ἐπʼ αὐτὸν ῥιφέντων βελῶν εἴς τε τὴν ἀσπίδα καὶ τὸ κράνος ταῦτα μὲν ἐξέφυγε διὰ τὴν τῶν ὅπλων κατασκευήν, εἰς δὲ τὸν δεξιὸν βραχίονα τρωθεὶς συγκατηνέχθη τῷ βάρει τῆς πληγῆς καὶ τοῖς πολεμίοις παρʼ ὀλίγον ὑποχείριος ἐγένετο.
12.5
οἱ δὲ Συρακόσιοι δείσαντες ὑπὲρ τῆς κατὰ τὸν στρατηγὸν σωτηρίας ἐπέρραξαν τοῖς μισθοφόροις βαρείᾳ τῇ συντάξει καὶ τὸν μὲν Δίωνα καταπονούμενον ἐξήρπασαν ἐκ τῶν κινδύνων, τοὺς δὲ πολεμίους βιασάμενοι φυγεῖν ἠνάγκασαν. ὁμοίως δὲ καὶ κατὰ τὸν ἄλλον τόπον τοῦ τείχους προτερούντων τῶν Συρακοσίων οἱ τοῦ τυράννου μισθοφόροι συνεδιώχθησαν ἐντὸς πυλῶν τῶν ἐν τῇ Νήσῳ. ἐπιφανεῖ δὲ μάχῃ νικήσαντες οἱ Συρακόσιοι καὶ τὴν ἐλευθερίαν βεβαίως κτησάμενοι τρόπαιον ἔστησαν κατὰ τοῦ τυράννου.
13.1
μετὰ δὲ ταῦτα Διονύσιος μὲν ἐπταικὼς καὶ τὴν δυναστείαν ἀπογινώσκων ἤδη ἐν μὲν ταῖς ἀκροπόλεσιν ἀπέλιπε φρουρὰς ἀξιολόγους, αὐτὸς δὲ τοὺς τετελευτηκότας, ὀκτακοσίους ὄντας, λαβὼν τὴν ἀναίρεσιν αὐτῶν ἔθαψε λαμπρῶς, χρυσοῖς μὲν στεφάνοις ἐστεφανωμένους, πορφυρίσι δὲ καλαῖς περιβεβλημένους· ἤλπιζε γὰρ διὰ τῆς τούτων σπουδῆς προτρέψεσθαι τοὺς ἄλλους εἰς τὸ προθύμως κινδυνεύειν ὑπὲρ τῆς τυραννίδος· τοὺς δʼ ἀνδραγαθήσαντας μεγάλαις δωρεαῖς ἐτίμησε. πρὸς δὲ τοὺς Συρακοσίους διεπέμπετο περὶ διαλύσεων.