Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

13.2 ὁ δὲ Δίων περὶ μὲν τῶν πρεσβειῶν αἰεί τινας εὐλόγους προφάσεις ποριζόμενος ἀνεβάλλετο, ἐν τοσούτῳ δὲ τὸ λοιπὸν τοῦ τείχους κατασκευάσας μεθʼ ἡσυχίας τότε τὰς πρεσβείας μετεπέμπετο, κατεστρατηγηκὼς τοὺς πολεμίους ταῖς τῆς εἰρήνης ἐλπίσιν. γενομένων δὲ λόγων περὶ συλλύσεων ὁ Δίων ἀπεκρίθη τοῖς πρέσβεσιν μίαν εἶναι σύλλυσιν, ἐὰν ἀποθέμενος τὴν τυραννίδα βούληται τυχεῖν τιμῶν τινων. ὁ δὲ Διονύσιος ὑπερηφάνου τῆς ἀποκρίσεως γενομένης συναγαγὼν τοὺς ἡγεμόνας ἐβουλεύετο πῶς χρὴ τοὺς Συρακοσίους ἀμύνασθαι.
13.3 πάντων δʼ εὐπορῶν πλὴν σίτου καὶ θαλαττοκρατῶν ἐλῄστευε τὴν χώραν καὶ τὰς τροφὰς ἐκ τῶν προνομῶν κακῶς ποριζόμενος ἐξαπέστειλε ναῦς φορτίδας καὶ χρήματα πρὸς τὸν τοῦ σίτου καταγορασμόν. οἱ δὲ Συρακόσιοι ναῦς μακρὰς πολλὰς ἔχοντες καὶ κατὰ τοὺς εὐκαίρους τόπους ἐπιφαινόμενοι πολλὴν τῆς ὑπὸ τῶν ἐμπόρων κομιζομένης ἀγορᾶς παρῃροῦντο. καὶ τὰ μὲν περὶ τὰς Συρακούσσας ἐν τούτοις ἦν.
14.1 κατὰ δὲ τὴν Ἑλλάδα Ἀλέξανδρος ὁ Φερῶν τύραννος ὑπὸ τῆς ἰδίας γυναικὸς Θήβης καὶ τῶν ταύτης ἀδελφῶν Λυκόφρονος καὶ Τισιφόνου ἐδολοφονήθη. οὗτοι δὲ τὸ μὲν πρῶτον ὡς τυραννοκτόνοι μεγάλης ἐτύγχανον ἀποδοχῆς, ὕστερον δὲ μετανοήσαντες καὶ τοὺς μισθοφόρους χρήμασι πείσαντες ἀνέδειξαν ἑαυτοὺς τυράννους καὶ πολλοὺς μὲν τῶν ἀντιπραττομένων ἀνεῖλον, κατασκευασάμενοι δὲ τὴν δύναμιν ἀξιόλογον βίᾳ κατεῖχον τὴν ἀρχήν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi