Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

17.4 ὁ δὲ Δίων ἀξιούμενος ὑπὸ τῶν μισθοφόρων συναποστῆναι καὶ παρὰ τῶν Συρακοσίων ὡς κοινῶν ἐχθρῶν λαβεῖν τιμωρίαν τὸ μὲν πρῶτον ἀντεῖπεν, μετὰ δὲ ταῦτα συναναγκαζόμενος ὑπὸ τῆς περιστάσεως προσεδέξατο τὴν ἡγεμονίαν τῶν ξένων καὶ μετʼ ἐκείνων ταχθεὶς ἀνέζευξεν ἐπὶ τοὺς Λεοντίνους.
17.5 οἱ δὲ Συρακόσιοι συστραφέντες ἐδίωκον τοὺς μισθοφόρους καὶ κατὰ τὴν ὁδοιπορίαν συνάψαντες μάχην καὶ πολλοὺς ἀποβαλόντες ἀπεχώρησαν. ὁ δὲ Δίων λαμπρᾷ μάχῃ νικήσας οὐδὲν ἐμνησικάκησε τοῖς Συρακοσίοις· ἀποστειλάντων γὰρ πρὸς αὐτὸν κήρυκα περὶ τῆς τῶν νεκρῶν ἀναιρέσεως τήν τε τῶν νεκρῶν ἀναίρεσιν ἔδωκε καὶ τοὺς ἁλόντας πολλοὺς ὄντας ἀπέλυσεν ἄνευ λύτρων. πολλοὶ γὰρ ἐν τῇ φυγῇ μέλλοντες φονεύεσθαι διηγόρευον ἑαυτοὺς εἶναι τῶν τὰ Δίωνος φρονούντων καὶ πάντες διὰ ταύτην τὴν αἰτίαν ἐξέφυγον τὸν θάνατον.
18.1 μετὰ δὲ ταῦτα Διονύσιος μὲν στρατηγὸν ἀπέστειλεν εἰς τὰς Συρακούσσας Νύψιον τὸν Νεαπολίτην, ἀνδρείᾳ καὶ συνέσει στρατηγικῇ διαφέροντα· συνεξέπεμψε δʼ αὐτῷ καὶ φορτηγὰ πλοῖα σίτου καὶ τῆς ἄλλης ἀγορᾶς γέμοντα. οὗτος μὲν οὖν ἐκ Λοκρῶν ἀναχθεὶς ἐτέλει τὸν εἰς Συρακούσσας πλοῦν.
18.2 οἱ δὲ κατὰ τὴν ἀκρόπολιν μισθοφόροι τοῦ τυράννου, κατὰ τοῦτον τὸν καιρὸν ἐπιλιπόντος τοῦ σίτου, καὶ τῇ σπάνει τῶν ἀναγκαίων δεινῶς πιεζούμενοι μέχρι μέν τινος ὑπέμενον εὐψύχως τὴν ἔνδειαν, τῆς δὲ φύσεως ὑπὸ τῆς ἀνάγκης ἡττωμένης καὶ τῆς σωτηρίας ἀπογινωσκομένης συνδραμόντες εἰς ἐκκλησίαν νυκτὸς ἐψηφίσαντο παραδοῦναι τὴν ἀκρόπολιν καὶ σφᾶς αὐτοὺς τοῖς Συρακοσίοις ἅμʼ ἡμέρᾳ.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi