Thesauros Edebiyat Tarih Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17)

Βιβλιοθήκη Ἱστορική (Books 11-17) Diodoros Sikeliotes

Kitap 20

18.3 ἤδη δὲ τῆς νυκτὸς ληγούσης οἱ μὲν μισθοφόροι κήρυκας ἐξέπεμπον πρὸς τοὺς Συρακοσίους περὶ τῆς διαλύσεως, ὁ δὲ Νύψιος διαφαινούσης ἤδη τῆς ἡμέρας κατέπλευσε μετὰ τοῦ στόλου καὶ καθωρμίσθη περὶ τὴν Ἀρέθουσαν. διόπερ τῆς ἐνδείας παραχρῆμα μεταβαλούσης εἰς πολλὴν δαψίλειαν τῶν ἐπιτηδείων ὁ μὲν στρατηγὸς Νύψιος ἐκβιβάσας τοὺς στρατιώτας, κοινὴν ἐκκλησίαν συναγαγὼν καὶ διαλεχθεὶς οἰκείως τοῖς παροῦσι καιροῖς, προθύμους κατεσκεύασε πρὸς τοὺς μέλλοντας κινδύνους. ἡ μὲν οὖν ἀκρόπολις ἤδη παραδιδομένη τοῖς Συρακοσίοις τὸν εἰρημένον τρόπον ἀνελπίστως διεφυλάχθη,
18.4 οἱ δὲ Συρακόσιοι πληρώσαντες ἁπάσας τὰς τριήρεις ἐπέπλευσαν τοῖς πολεμίοις ἔτι περὶ τὴν ἐξαίρεσιν τῆς ἀγορᾶς διατρίβουσιν. ἀπροσδοκήτου δὲ τῆς ἐφόδου γενομένης καὶ τῶν κατὰ τὴν ἀκρόπολιν μισθοφόρων τεθορυβημένως ἀντιταχθέντων ταῖς πολεμίαις τριήρεσιν, ἐγένετο ναυμαχία, καθʼ ἣν οἱ Συρακόσιοι προετέρησαν, καὶ τινὰς μὲν τῶν νεῶν κατέδυσαν, τινῶν δʼ ἐγκρατεῖς κατέστησαν, τὰς δὲ λοιπὰς πρὸς τὴν γῆν κατεδίωξαν.
18.5 μετεωρισθέντες δʼ ἐπὶ τῷ προτερήματι τοῖς μὲν θεοῖς μεγαλοπρεπῶς ἔθυσαν ἐπινίκια, αὐτοὶ δʼ εἰς εὐωχίας καὶ πότους ἐκτραπέντες, καταφρονοῦντες τῶν ἡττημένων ῥᾳθύμως εἶχον τὰ περὶ τὰς φυλακάς.
19.1 Νύψιος δʼ ὁ τῶν μισθοφόρων στρατηγὸς ἀναλαβεῖν καὶ ἀναμαχέσασθαι βουλόμενος τὴν ἧτταν νυκτὸς ἐκτεταγμένῃ τῇ δυνάμει παραδόξως προσέπεσε τῷ κατεσκευασμένῳ τείχει. εὑρὼν δὲ τοὺς φύλακας διὰ τὴν καταφρόνησιν καὶ μέθην εἰς ὕπνον τετραμμένους προσέθηκε τὰς παρεσκευασμένας κλίμακας πρὸς τὴν χρείαν.

Pusula

Üyelik

Dil ve Tema

Dil Seçimi
TR EN
Tema Seçimi